Textus Originalis

ἀταξίᾳ περὶ τὴν δίωξιν. αὖθις οὖν ἐπεχείρουν παρασκευαζόμενοι λαμπρότερον. Ὁ δὲ Νικίας οὐκ ἐβούλετο ναυμαχεῖν, ἀλλὰ πολλὴν ἀβελτερίαν ἔλεγεν εἶναι, στόλου τοσούτου προσπλέοντος αὐτοῖς καὶ δυνάμεως ἀκραιφνοῦς, ἣν ἦγε Δημοσθένης σπεύδων, ἀπ᾽ ἐλαττόνων καὶ χορηγουμένων φαύλως διαγωνίσασθαι. τοῖς δὲ περὶ τὸν Μένανδρον καὶ τὸν Εὐθύδημον ἀρτίως εἰς τὴν ἀρχὴν καθισταμένοις φιλοτιμία καὶ ζῆλος ἦν πρὸς ἀμφοτέρους τοὺς στρατηγούς, τὸν μὲν Δημοσθένην φθῆναι πράξαντάς τι λαμπρόν, ὑπερβαλέσθαι δὲ τὸν Νικίαν. πρόσχημα δ᾽ ἦν ἡ δόξα τῆς πόλεως, ἣν ἀπόλλυσθαι καὶ κατα- λύεσθαι παντάπασι φάσκοντες εἰ φοβηθήσονται Συρακουσίους ἐπιπλέοντας, ἐξεβιάσαντο ναυ- μαχῆσαι. καὶ καταστρατηγηθέντες ὑπ᾽ ᾿Αρίστωνος τοῦ Κορινθίων κυβερνήτου τοῖς περὶ τὸ ἄριστον, ὡς εἴρηκε Θουκυδίδης, κατὰ κράτος ἡττήθησαν καὶ πολλοὺς ἀπέβαλον· καὶ ἀθυμία πολλὴ περι- εστήκει τὸν Νικίαν τῇ τε μοναρχίᾳ κακοπαθοῦντα καὶ σφαλλόμενον αὖθις ὑπὸ τῶν συναρχόντων. ΧΧΙ. Ἐν τούτῳ δὲ Δημοσθένης ὑπὲρ τῶν λιμένων ἐπεφαίνετο λαμπρότατος τῇ παρασκευῇ καὶ δεινότατος τοῖς πολεμίοις, ἐπὶ νεῶν ἑβδομή- κοντα καὶ τριῶν ἄγων ὁπλίτας πεντακισχιλίους, ἀκοντιστὰς δὲ καὶ τοξότας καὶ σφενδονήτας τρισχιλίων οὐκ ἐλάττους, ὅπλων δὲ κόσμῳ καὶ