Textus Originalis

σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸς πολὺ πλείο- νας ὁρᾶσθαι καὶ λαμπροτέρους ἐποίει. Τέλος δὲ πανταχόθεν αὐτοῖς, ὡς ἐνέδοσαν, προσκειμένων τῶν πολεμίων φεύγοντες οἱ μὲν ὑπ᾽ ἐκείνων, οἱ δ᾽ ὑπ᾽ ἀλλήλων ἀπέθνησκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντες· τοὺς δ᾽ ἀποσκε- δασθέντας καὶ πλανωμένους ἡμέρας ἐπιγενομένης οἱ ἱππεῖς καταλαμβάνοντες διέφθειρον. ἐγένοντο δὲ νεκροὶ δισχίλιοι, καὶ τῶν περιγενομένων ὀλίγοι μετὰ τῶν ὅπλων ἀπεσώθησαν. XXII. Ὁ μὲν οὖν Νικίας πληγεὶς οὐκ ἀπροσ- δοκήτως ἡτιᾶτο τοῦ Δημοσθένους τὴν προπέτειαν· ἐκεῖνος δὲ περὶ τούτων ἀπολογησάμενος ἐκέλευσεν ἀποπλεῖν τὴν ταχίστην· οὔτε γὰρ ἀλλὴν ἀφίξ- εσθαι δύναμιν αὐτοῖς, οὔτ᾽ ἀπὸ τῆς παρούσης τῶν πολεμίων κρατεῖν, ὅπου γε καὶ κρατοῦντας ἐκεί- νων ἔδει μεταστῆναι καὶ φυγεῖν τὸ χωρίον, ἀεὶ μέν, ὡς πυνθάνονται, βαρὺ καὶ νοσῶδες ὂν στρα- τοπέδῳ, νῦν δ᾽, ὡς βλέπουσι, καὶ διὰ τὴν ὥραν ὀλέθριον. μετοπώρου γὰρ ἦν ἡ ἀρχή· καὶ πολλοὶ μὲν ἠσθένουν ἤδη, πάντες δὲ ἠθύμουν. Ὁ δὲ Νικίας χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπόπλουν, οὐ τῷ μὴ δεδιέναι τοὺς Συρακου- σίους, ἀλλὰ τῷ μᾶλλον τοὺς ᾿Αθηναίους καὶ τὰς ἐκείνων δίκας καὶ συκοφαντίας φοβεῖσθαι. δεινὸν μὲν οὖν οὐδὲν αὐτόθι προσδοκᾶν ἔφασκεν, εἰ δὲ συμβαίη, μᾶλλον αἱρεῖσθαι τὸν ὑπὸ τῶν πολεμίων θάνατον ἢ τὸν ὑπὸ τῶν πολιτῶν, οὐχ ὅμοια