Textus Originalis

φρονούμενος, τῇ Δημοσθένει προσετίθεντο. καὶ ὁ Νικίας μόλις συνεχώρησεν ἐκβιασθείς. Οὕτω δὴ τὴν πεζὴν στρατιὰν ἀναλαβὼν ὁ Δημοσθένης νυκτὸς ἐπεχείρει ταῖς Ἐπιπολαῖς· καὶ τοὺς μὲν φθάσας πρὶν αἰσθέσθαι τῶν πολε- μίων ἀπέκτεινε, τοὺς δ᾽ ἀμυνομένους ἐτρέψατο. καὶ κρατῶν οὐκ ἔμενεν, ἀλλ᾽ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς ἐνέτυχεν. πρῶτοι γὰρ οὗτοι συστρέψαντες ἑαυτοὺς καὶ συνδραμόντες εἰς τοὺς ᾿Αθηναίους ἐναντίοις τοῖς δόρασι μετὰ βοῆς ἐώσαντο καὶ πολλοὺς αὐτοῦ κατέβαλον. δι᾽ ὅλου δὲ τοῦ στρατεύματος εὐθὺς ἦν πτοία καὶ ταραχή, καὶ τοῦ φεύγοντος ἤδη καταπιμπλάμενον τὸ ἔτι νικῶν, καὶ τὸ ἐπιβαῖνον καὶ προσφερόμενον ὑπὸ τῶν πεφοβημένων ἀνακοπτόμενον ἑαυτῷ περιέπιπτε, τοὺς μὲν φεύγοντας οἰόμενον διώκειν, τοῖς δὲ φίλοις ὡς πολεμίοις χρώμενον. ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλ᾽ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περι- σκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμέ- νοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς ᾿Αθηναίους. ἔτυχον δέ πως καὶ τὴν σελήνην ἔχοντες ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖς τὰς σκιὰς ἐπιβάλλοντες ἀπέκρυπτον τὸ πλῆθος τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺς δ᾽ ἐναντίους ὁ πρὸς τὴν