Textus Originalis
τῆς στρατείας ἀναλογιζόμενος πρὸς τὸ μέγεθος καὶ τὴν δόξαν ὧν ἤλπιζε κατορθώσειν. Οὐ μόνον δ᾽ αὐτοῦ τὴν ὄψιν ὁρῶντες, ἀλλὰ καὶ τῶν λόγων μνημονεύοντες καὶ τῶν παραινέσεων ἃς ἐποιήσατο κωλύων τὸν ἔκπλουν, ἔτι μᾶλλον ἐνόμιζον ἀναξίως ταλαιπωρεῖν· καὶ πρὸς τὰς ἐκ θεῶν ἐλπίδας ἀθύμως εἶχον, ἐννοοῦντες ὡς ἀνὴρ θεοφιλὴς καὶ πολλὰ καὶ μεγάλα λαμπρυνάμενος πρὸς τὸ θεῖον οὐδενὸς ἐπιεικεστέρᾳ τύχῃ χρῆται τῶν κακίστων ἐν τῷ στρατεύματι καὶ ταπεινο- τάτων. XXVII. Οὐ μὴν ἀλλ᾽ ὅ γε Νικίας ἐπειρᾶτο καὶ φωνῇ καὶ προσώπῳ καὶ δεξιώσει κρείττων ὁρᾶσθαι τῶν δεινῶν. καὶ παρὰ πᾶσάν γε τὴν πορείαν ἐφ᾽ ἡμέρας ὀκτὼ βαλλόμενος καὶ τραυ- ματιζόμενος ὑπὸ τῶν πολεμίων ἀήττητον ἐφύλαττε τὴν σὺν αὐτῷ δύναμιν, ἄχρι οὗ Δημοσθένης ἑάλω καὶ τὸ μετ᾽ ἐκείνου στράτευμα, περὶ τὴν Πολυ- ζήλειον αὐλὴν ἐν τῷ διαμάχεσθαι καὶ ὑπολείπε- σθαι κυκλωθέν. αὐτὸς δὲ Δημοσθένης σπασά- μενος τὸ ξίφος ἔπληξε μὲν ἑαυτόν, οὐ μὴν ἀπέ- θανε, ταχὺ τῶν πολεμίων περισχόντων καὶ συλλαβόντων αὐτόν. Ὥς δὲ τῷ Νικίᾳ προσελάσαντες ἔφραζον οἱ Συρακούσιοι καὶ πέμψας ἱππέας ἔγνω τὴν ἐκείνου τοῦ στρατεύματος ἅλωσιν, ἠξίου σπείσασθαι πρὸς τὸν Γύλιππον, ὅπως ἀφῶσι τοὺς ᾿Αθηναίους ἐκ Σικελίας ὅμηρα λαβόντες ὑπὲρ τῶν χρημάτων ὅσα Συρακουσίοις ἀνάλωτο πρὸς τὸν πόλεμον.