Textus Originalis

οἱ δ᾽ οὐ προσεῖχον, ἀλλὰ πρὸς ὕβριν καὶ μετ᾽ ὀργῆς ἀπειλοῦντες καὶ λοιδοροῦντες ἔβαλλον ἤδη πάντων ἐνδεῶς ἔχοντα τῶν ἀναγκαίων. οὐ μὴν ἀλλὰ καὶ τὴν νύκτα διεκαρτέρησε καὶ τὴν ἐπι- οῦσαν ἡμέραν προΐει βαλλόμενος πρὸς τὸν ᾿Ασίναρον ποταμόν. ἐκεῖ δὲ τοὺς μὲν οἱ πολέμιοι συνενεγκόντες ἐνέσεισαν εἰς τὸ ῥεῖθρον, οἱ δὲ φθάνοντες ὑπὸ δίψους ἔρριπτον ἑαυτούς· καὶ πλεῖστος ἐνταῦθα μόρος ἦν καὶ ὠμότατος ἐν τῷ ποταμῷ πινόντων ἅμα καὶ σφαττομένων, ἄχρι Νικίας Γυλίππῳ προσπεσὼν εἶπεν· “ Ἔλεος ὑμᾶς, ὦ Γύλιππε, λαβέτω νικῶντας, ἐμοῦ μὲν μηδείς, ὃς ἐπὶ τηλικαύταις εὐτυχίαις ὄνομα καὶ δόξαν ἔσχον, τῶν δ᾽ ἄλλων ᾿Αθηναίων, ἐννοη- θέντας ὅτι κοιναὶ μὲν αἱ τύχαι τοῦ πολέμου, μετρίως δ᾽ αὐταῖς καὶ πράως ἐχρήσαντο ἐν οἷς εὐτύχουν ᾿Αθηναῖοι πρὸς ὑμᾶς.” Τοιαῦτα τοῦ Νικίου λέγοντος ἔπαθε μέν τι καὶ πρὸς τὴν ὄψιν αὐτοῦ καὶ πρὸς τοὺς λόγους ὁ Γύλιππος· ἤδει γὰρ τοὺς Λακεδαιμονίους εὖ πε- πονθότας ὑπ᾽ αὐτοῦ περὶ τὰς γενομένας διαλύσεις· μέγα δ᾽ ἡγεῖτο πρὸς δόξαν εἰ ζῶντας ἀπαγάγοι τοὺς ἀντιστρατήγους. διὸ τόν τε Νικίαν ἀναλα- βὼν ἐθάρρυνε καὶ τοὺς ἄλλους ζωγρεῖν παρήγ- γειλε. βραδέως δὲ τοῦ παραγγέλματος διικνου- μένου πολλῷ τῶν φονευθέντων ἐλάττονες οἱ διασωθέντες ἐγένοντο· καίτοι πολλοὶ διεκλάπησαν ὑπὸ τῶν στρατιωτῶν. Τοὺς δὲ φανερῶς ἑαλωκότας ἀθροίσαντες τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν περὶ τὸν