Textus Originalis
ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δὲ αὐτοὶ καὶ κοσμήσαντες τοὺς' ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολε- μίων εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότα- τον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελεωτάτην κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ ἀρετῆς κατωρθωκότες. XXVIII. ᾿Εκκλησίας δὲ πανδήμου Συρακου- σίων καὶ τῶν συμμάχων γενομένης, Εὐρυκλῆς ὁ δημαγωγὸς ἔγραψε πρῶτον μὲν τὴν ἡμέραν ἐν ᾗ τὸν Νικίαν ἔλαβον, ἱερὰν ἔχειν, θύοντας καὶ σχολάξοντας ἔργων, ᾿Ασιναρίαν τὴν ἑορτὴν ἀπὸ τοῦ ποταμοῦ καλοῦντας· ἡμέρα δ᾽ ἦν τετρὰς φθίνοντος τοῦ Καρνείου μηνός, ὃν ᾿Αθηναῖοι Μεταγειτνιῶνα προσαγορεύουσι· τῶν δ᾽ ᾿Αθη- ναίων τοὺς μὲν οἰκέτας ἀποδόσθαι καὶ τοὺς ἄλλους συμμάχους, αὐτοὺς δὲ καὶ τοὺς ἀπὸ Σικελίας φρουρεῖν ἐμβαλόντας εἰς τὰς λατομίας, πλὴν τῶν στρατηγῶν, ἐκείνους δὲ ἀποκτεῖναι. Ταῦτα προσδεχομένων τῶν Συρακουσίων, Ἑρμοκράτης μὲν εἰπὼν ὅτι τοῦ νικᾶν κρεῖττόν ἐστι τὸ καλῶς χρῆσθαι τῇ νίκῃ, οὐ μετρίως ἐθορυβήθη, Γύλιππον δὲ τοὺς στρατηγοὺς τῶν ᾿Αθηναίων ἐξαιτούμενον ζῶντας ἀγαγεῖν Λακεδαι- μονίοις ὑβρίζοντες ἤδη τοῖς εὐτυχήμασιν οἱ Συρακούσιοι κακῶς ἔλεγον, ἄλλως τε καὶ παρὰ τὸν πόλεμον αὐτοῦ τὴν τραχύτητα καὶ τὸ Λακω- νικὸν τῆς ἐπιστασίας οὐ ῥᾳδίως ἐνηνοχότες, ὡς δὲ
Note a pie di pagina
1 1 τοὺς supplied by Coraés and Bekker.