Textus Originalis

καλῶς καὶ ὁμαλῶς ἐκέκρατο τὴν φύσιν ὥστε πολ- λὴν μὲν ἐν νέῳ σύνεσιν, οὐκ ἐλάττω δὲ γηρῶντος ἀνδρείαν ἐπιφαίνεσθαι ταῖς πράξεσιν. ἀδελφὸν δ᾽ εἶχε Τιμοφάνην, πρεσβύτερον, οὐδὲν αὐτῷ προσ- όμοιον, ἀλλ᾽ ἔμπληκτον καὶ διεφθαρμένον ἔρωτι μοναρχίας ὑπὸ φίλων φαύλων καὶ ξένων στρα- τιωτικῶν ἀεὶ περὶ αὐτὸν ὄντων, ἔχειν τι δοκοῦντα ῥαγδαῖον ἐν ταῖς στρατείαις καὶ φιλοκίνδυνον. ᾧ καὶ τοὺς πολίτας προσαγόμενος ὡς ἀνὴρ πολε- μικὸς καὶ δραστήριος ἐφ᾽ ἡγεμονιῶν ἐτάττετο. καὶ πρὸς ταῦτα Τιμολέων αὐτῷ συνήργει, τὰ μὲν ἁμαρτήματα παντάπασιν ἀποκρύπτων ἢ μικρὰ φαίνεσθαι ποιῶν, ἃ δ᾽ ἡ φύσις ἐξέφερεν ἀστεῖα κατακοσμῶν καὶ συναύξων. IV. Ἐν δὲ τῇ πρὸς ᾿Αργείους καὶ Κλεωναίους μάχῃ τῶν Κορινθίων ὁ μὲν Τιμολέων ἔτυχεν ἐν τοῖς ὁπλίταις τεταγμένος, τὸν δὲ Τιμοφάνην τῶν ἱππέων ἡγούμενον καταλαμβάνει κίνδυνος ὀξύς. ὁ γὰρ ἵππος αὐτὸν ἀπεσείσατο πληγῇ περιπεσὼν εἰς τοὺς πολεμίους, καὶ τῶν ἑταίρων οἱ μὲν εὐθὺς ἐσκορπίσθησαν φοβηθέντες, οἱ δὲ παραμείναντες ὀλίγοι πρὸς πολλοὺς μαχόμενοι χαλεπῶς ἀντεῖ- χον. ὡς οὖν ὁ Τιμολέων κατεῖδε τὸ συμβεβηκός, δρόμῳ προσβοηθήσας καὶ τὴν ἀσπίδα τοῦ Τιμο- φάνους κειμένου προθέμενος, καὶ πολλὰ μὲν ἀκοντίσματα, πολλὰς δὲ πληγὰς ἐκ χειρὸς ἀναδε- ξάμενος εἰς τὸ σῶμα καὶ τὰ ὅπλα, μόλις ἐώσατο τοὺς πολεμίους καὶ διέσωσε τὸν ἀδελφόν. Ἐπεὶ δ᾽ οἱ Κορίνθιοι δεδιότες μὴ πάθοιεν οἷα καὶ πρότερον ὑπὸ τῶν συμμάχων ἀποβαλόντες τὴν πόλιν, ἐψηφίσαντο τρέφειν ξένους τετρα-