Textus Originalis

κοσίους καὶ τούτων ἄρχοντα Τιμοφάνην κατέστη- σαν, ὁ δὲ τῶν καλῶν καὶ δικαίων ὑπεριδὼν εὐθὺς ἐπέραινεν ἐξ ὧν ποιήσεται τὴν πόλιν ὑφ᾽ αὑτῷ, καὶ συχνοὺς ἀνελὼν ἀκρίτους τῶν πρώτων πολι- τῶν ἀνέδειξεν αὐτὸς ἑαυτὸν τύραννον, βαρέως φέ- ρων ὁ Τιμολέων, καὶ συμφορὰν ποιούμενος ἑαυτοῦ τὴν ἐκείνου κακίαν, ἐπεχείρησε μὲν αὐτῷ διαλέ- γεσθαι καὶ παρακαλεῖν ἀφέντα τὴν μανίαν καὶ δυστυχίαν τῆς ἐπιθυμίας ἐκείνης ζητεῖν τινα τῶν ἡμαρτημένων ἐπανόρθωσιν πρὸς τοὺς πολίτας, ἀπωσαμένου δ᾽ ἐκείνου καὶ καταφρονήσαντος, οὕτω παραλαβὼν τῶν μὲν οἰκείων Αἰσχύλον, ἀδελφὸν ὄντα τῆς Τιμοφάνους γυναικός, τῶν δὲ φίλων τὸν μάντιν ὃν Σάτυρον μὲν Θεόπομπος, Ἔφορος δὲ καὶ Τίμαιος ᾿Ορθαγόραν ὀνομάζουσι, καὶ διαλιπὼν ἡμέρας ὀλίγας αὖθις ἀνέβη πρὸς τὸν ἀδελφόν· καὶ περιστάντες αὐτὸν οἱ τρεῖς καθικέτευον ἀλλὰ νῦν γε χρησάμενον λογισμῷ μεταβαλέσθαι. τοῦ δὲ Τιμοφάνους πρῶτον μὲν αὐτῶν καταγελῶντος, ἔπειτα δὲ πρὸς ὀργὴν ἐκφε- ρομένου καὶ χαλεπαίνοντος, ὁ μὲν Τιμολέων ἀπο- χωρήσας μικρὸν αὐτοῦ καὶ συγκαλυψάμενος εἱστήκει δακρύων, ἐκεῖνοι δὲ τὰ ξίφη σπασάμενοι ταχὺ διαφθείρουσιν αὐτόν. V. Τῆς δὲ πράξεως διαβοηθείσης οἱ μὲν κρά- τιστοι τῶν Κορινθίων ἐπήνουν τὴν μισοπονηρίαν καὶ μεγαλοψυχίαν τοῦ Τιμολέοντος, ὅτι χρηστὸς ὢν καὶ φιλοίκειος ὅμως τὴν πατρίδα τῆς οἰκίας καὶ τὸ καλὸν καὶ δίκαιον προετίμησε τοῦ συμ-