Textus Originalis
καὶ τοῦ δήμου προθύμως δεξαμένου καὶ χειρο- τονήσαντος, ἀναστὰς Τηλεκλείδης ὁ τότε καὶ δυνάμει καὶ δόξῃ πρωτεύων ἐν τῇ πόλει, παρε- κάλει τὸν Τιμολέοντα, περὶ τὰς πράξεις ἀγαθὸν ἄνδρα εἶναι καὶ γενναῖον. “ Ἂν μὲν γάρ,” ἔφη, “ καλῶς ἀγωνίσῃ, τύραννον ἀνῃρηκέναι δόξομεν, ἂν δὲ φαύλως, ἀδελφόν.” Παρασκευαζομένου δὲ τοῦ Τιμολέοντος τὸν ἔκπλουν καὶ στρατιώτας συνάγοντος, ἐκομίσθη γράμματα πρὸς τοὺς Κορινθίους παρ᾽ Ἱκέτου μηνύοντα τὴν μεταβολὴν αὐτοῦ καὶ προδοσίαν. ὡς γὰρ τάχιστα τοὺς πρέσβεις ἐξέπεμψε, τοῖς Καρχηδονίοις προσθέμενος ἀναφανδὸν ἔπραττε μετ᾽ ἐκείνων ὅπως Διονύσιον ἐκβαλὼν Συρακου- σῶν αὐτὸς ἔσται τύραννος. καὶ δεδοικὼς μὴ πρότερον ἐλθούσης ἐκ Κορίνθου δυνάμεως καὶ στρατηγοῦ διαφύγωσιν αἱ πράξεις αὐτόν, ἔπεμ- ψεν ἐπιστολὴν τοῖς Κορινθίοις φράζουσαν ὡς οὐδὲν δέον πράγματα καὶ δαπάνας ἔχειν αὐτοὺς πλέοντας εἰς Σικελίαν καὶ κινδυνεύοντας, ἄλλως τε καὶ Καρχηδονίων ἀπαγορευόντων καὶ παρα- φυλαττομένων ναυσὶ πολλαῖς τὸν στόλον, οὓς αὐτὸς ἀναγκασθεὶς ἐκείνων βραδυνόντων ποιή- σαιτο συμμάχους ἐπὶ τὸν τύραννον. τούτων δὲ τῶν γραμμάτων ἀναγνωσθέντων, εἰ καί τις ἠπίως εἶχε πρότερον τῶν Κορινθίων πρὸς τὴν στρατείαν, τότε πάντας ἡ πρὸς τὸν Ἱκέτην ὀργὴ παρώξυνεν, ὥστε συγχορηγῆσαι προθύμως τῷ Τιμολέοντι καὶ συμπαρασκευάσαι τὸν ἔκπλουν. VIII. Γενομένων δὲ τῶν νεῶν ἑτοίμων, καὶ τοῖς στρατιώταις ὧν ἔδει πορισθέντων, αἱ μὲν ἱέρειαι τῆς Κόρης ὄναρ ἔδοξαν ἰδεῖν τὰς θεὰς πρὸς