Textus Originalis

δυσχεραίνουσιν ἐμπλησθέντες, οὕτως ἡμεῖς ἐπὶ ταῖς πράξεσι συντελεσθείσαις ἀθυμῶμεν δι᾽ ἀσθέ- νειαν ἀπομαραινομένης τῆς τοῦ καλοῦ φαντασίας. αἰσχρὸν γὰρ ἡ μετάνοια ποιεῖ καὶ τὸ καλῶς πε- πραγμένον, ἡ δ᾽ ἐξ ἐπιστήμης ὡρμημένη καὶ λο- γισμοῦ προαίρεσις οὐδ᾽ ἂν πταίσωσιν αἱ πράξεις μεταβάλλεται. διὸ Φωκίων μὲν ὁ ᾿Αθηναῖος τοῖς ὑπὸ Λεωσθένους πραττομένοις ἐναντιωθείς, ἐπειδὴ κατορθοῦν ἐκεῖνος ἐδόκει καὶ θύοντας ἑώρα καὶ μεγαλαυχουμένους τῇ νίκῃ τοὺς ᾿Αθηναίους, εἶπεν ὡς ἐβούλετο ἂν αὑτῷ ταῦτα μὲν πραχθῆναι, βεβουλεῦσθαι δ᾽ ἐκεῖνα· σφοδρότερον δ᾽ ᾿Αριστεί- δης ὁ Λοκρός, εἷς ὢν τῶν Πλάτωνος ἑταίρων, αἰτοῦντος μὲν αὐτὸν γυναῖκα Διονυσίου τοῦ πρε- σβυτέρου μίαν τῶν θυγατέρων, ἥδιον ἂν ἔφη νεκρὰν ἰδεῖν τὴν κόρην ἢ τυράννῳ συνοικοῦσαν, ἀποκτεί- ναντος δὲ τοὺς παῖδας αὐτοῦ μετ᾽ ὀλίγον χρόνον τοῦ Διονυσίου καὶ πυθομένου πρὸς ὕβριν εἰ τὴν αὐτὴν ἔτι γνώμην ἔχοι περὶ τῆς ἐκδόσεως τῶν θυγατέρων, ἀπεκρίνατο τοῖς μὲν γεγενημένοις λυπεῖσθαι, τοῖς δ᾽ εἰρημένοις μὴ μεταμέλεσθαι. ταῦτα μὲν οὖν ἴσως μείζονος καὶ τελειοτέρας ἀρετῆς ἐστι. VII. Τὸ δὲ Τιμολέοντος ἐπὶ τοῖς πεπραγμένοις πάθος, εἴτ᾽ οἶκτος ἦν τοῦ τεθνηκότος εἴτε τῆς μητρὸς αἰδώς, οὕτω κατέκλασε καὶ συνέτριψεν αὐτοῦ τὴν διάνοιαν ὥστ᾽ εἴκοσι σχεδὸν ἐτῶν διαγενομένων μηδὲ μιᾶς ἐπιφανοῦς μηδὲ πολιτικῆς ἅψασθαι πράξεως. ἀναγορευθέντος οὖν αὐτοῦ,