Textus Originalis
συνέβη τοὺς Συρακουσίους ἀπογνῶναι τὴν σω- τηρίαν, ὁρῶντας τοῦ μὲν λιμένος αὐτῶν Καρχη- δονίους κρατοῦντας, τὴν δὲ πόλιν Ἱκέτην ἔχοντα, τῆς δ᾽ ἄκρας κυριεύοντα Διονύσιον, Τιμολέοντα δὲ ὥσπερ ἐκ κρασπέδου τινὸς λεπτοῦ τῆς Ταυρο- μενιτῶν πολίχνης τῇ Σικελίᾳ προσηρτημένον ἐπ᾽ ἐλπίδος 1 ἀσθενοῦς καὶ βραχείας δυνάμεως· χιλί- ων γὰρ αὐτῷ στρατιωτῶν καὶ τροφῆς τούτοις ἀναγκαίας πλέον οὐδὲν ὑπῆρχεν. οὐδ᾽ ἐπίστευον αἱ πόλεις διάπλεαι κακῶν οὖσαι καὶ πρὸς ἅπαν- τας ἀπηγριωμέναι τοὺς ἡγουμένους στρατοπέδων, μάλιστα διὰ τὴν Καλλίππου καὶ Φάρακος ἀπιστί- αν, ὧν ὁ μὲν ᾿Αθηναῖος ὤν, ὁ δὲ Λακεδαιμόνιος, ἀμφότεροι δὲ φάσκοντες ὑπὲρ τῆς ἐλευθερίας ἥκειν καὶ καταλύειν τοὺς μονάρχους, χρυσὸν ἀπέδειξαν 2 τῇ Σικελίᾳ τὰς ἐν τῇ τυραννίδι συμ- φορὰς καὶ μακαριωτέρους δοκεῖν ἐποίησαν τοὺς καταστρέψαντας ἐν τῇ δουλείᾳ τῶν ἐπιδόντων τὴν αὐτονομίαν. XII. Οὐδὲν οὖν ἐκείνων βελτίονα τὸν Κορίνθιον ἔσεσθαι προσδοκῶντες, ἀλλὰ ταὐτὰ πάλιν ἥκειν πρὸς αὐτοὺς σοφίσματα καὶ δελεάσματα, μετ᾽ ἐλπίδων χρηστῶν καὶ φιλανθρώπων ὑποσχέσεων εἰς μεταβολὴν δεσπότου καινοῦ τιθασευομένους, ὑπώπτευον καὶ διεκρούοντο τὰς τῶν Κορινθίων προκλήσεις πλὴν ᾿Αδρανιτῶν, οἳ πόλιν μικρὰν μέν, ἱερὰν δ᾽ οὖσαν ᾿Αδρανοῦ, θεοῦ τινος τιμω- μένου διαφερόντως ἐν ὅλῃ Σικελίᾳ, κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους, οἱ μὲν Ἱκέτην προσ- αγόμενοι καὶ Καρχηδονίους, οἱ δὲ πρὸς Τιμολέοντα
Note a pie di pagina
1 1 ἐπ᾽ ἐλπίδος Bekker has ἀπ᾽ ἐλπίδος, after Coraés.
2 2 ἀπέδειξαν Blass, after Hemsterhuis: ἔδειξαν.