Textus Originalis

διαπεμπόμενοι. καί πως ἀπ᾽ αὐτομάτου συνέτυχε σπευδόντων ἀμφοτέρων εἰς ἕνα καιρὸν ἀμφοτέροις γενέσθαι τὴν παρουσίαν. ἀλλ᾽ Ἱκέτης μὲν ἧκε πεντακισχιλίους στρατιώτας ἔχων, Τιμολέοντι δὲ οἱ σύμπαντες ἦσαν οὐ πλείους χιλίων διακοσίων· οὓς ἀναλαβὼν ἐκ τοῦ Ταυρομενίου, σταδίων πρὸς τὸ ᾿Αδρανὸν ὄντων τετταράκοντα καὶ τριακοσίων, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ πολὺ μέρος τῆς ὁδοῦ προέλαβε καὶ κατηυλίσατο, τῇ δ᾽ ὑστεραίᾳ συντόνως ὁδεύσας καὶ χαλεπὰ χωρία διελθὼν ἤδη τῆς ἡμέρας καταφερομένης ἤκουσεν ἄρτι προσμιγνύναι τὸν Ἱκέτην τῷ πολιχνίῳ καὶ κατα- στρατοπεδεύειν. οἱ μὲν οὖν λοχαγοὶ καὶ ταξίαρχοι τοὺς πρώτους ἐπέστησαν ὡς ἐμφαγοῦσι καὶ διανα- παυσαμένοις χρησόμενοι προθυμοτέροις, ὁ δὲ Τιμολέων ἐπιπορευόμενος ἐδεῖτο ταῦτα μὴ ποιεῖν, ἀλλ᾽ ἄγειν κατὰ τάχος καὶ συνάπτειν τοῖς πο- λεμίοις ἀσυντάκτοις οὖσιν, ὡς εἰκὸς ἄρτι παυο- μένους ὁδοιπορίας καὶ περὶ σκηνὰς καὶ δεῖπνον ἀσχόλους ὄντας. καὶ λέγων ἅμα ταῦτα, τὴν ἀσπίδα λαβὼν ἡγεῖτο πρῶτος ὥσπερ ἐπὶ νίκην πρόδηλον. οἱ δ᾽ εἵποντο τεθαρρηκότες, ἔλαττον ἢ τριάκοντα σταδίους ἔτι τῶν πολεμίων ἀπέχοντες. ὡς δὲ καὶ τούτους διῆλθον, ἐπιπίπτουσιν αὐτοῖς ταραττομένοις καὶ φεύγουσιν ὡς πρῶτον ἤσθοντο προσιόντας, ὅθεν ἀνῃρέθησαν μὲν οὐ πολλῷ πλείους τριακοσίων, ἑάλωσαν δὲ δὶς τοσοῦτοι ζῶντες, ἐλήφθη δὲ τὸ στρατόπεδον. οἱ δ᾽ ᾿Αδρανῖ- ται τὰς πύλας ἀνοίξαντες προσέθεντο τῷ Τιμο- λέοντι, μετὰ φρίκης καὶ θαύματος ἀπαγγέλλοντες ὡς ἐνισταμένης τῆς μάχης οἱ μὲν ἱεροὶ τοῦ νεὼ