Textus Originalis

μένον ἀπὸ τῶν καπηλείων καὶ διαπληκτιζόμενον ἐν μέσῳ τοῖς ἀφ᾽ ὥρας ἐργαζομένοις γυναίοις, τὰς δὲ ὠδῳδοὺς ἐν ταῖς ᾠδαῖς διδάσκοντα, καὶ περὶ θεατρικῶν ἀσμάτων ἐρίζειν σπουδάζοντα πρὸς ἐκείνας καὶ περὶ μέλους ἁρμονίας. ταῦτα δ᾽ οἱ μὲν ἄλλως ἀλύοντα καὶ φύσει ῥᾴθυμον ὄντα καὶ φιλακόλαστον ᾤοντο ποιεῖν τὸν Διονύσιον, οἱ δ᾽ ὑπὲρ τοῦ καταφρονεῖσθαι καὶ μὴ φοβερὸν εἶναι τοῖς Κορινθίοις, μηδ᾽ ὕποπτον ὡς βαρυνό- μενον τὴν μεταβολὴν τοῦ βίου καὶ πραγμάτων ἐφιέμενον, ἐπιτηδεύειν καὶ ὑποκρίνεσθαι παρὰ φύσιν, πολλὴν ἀβελτερίαν ἐπιδεικνύμενον ἐν τῷ σχολάζειν. XV. Οὐ μὴν ἀλλὰ καὶ λόγοι τινὲς αὐτοῦ μνημονεύονται, δι᾽ ὧν ἐδόκει συμφέρεσθαι τοῖς παροῦσιν οὐκ ἀγεννῶς. τοῦτο μὲν γὰρ εἰς Λευκάδα καταχθείς, πόλιν ἀπῳκισμένην ὑπὸ Κορινθίων ὥσπερ τὴν Συρακουσίων, ταὐτὸν ἔφη πεπονθέναι τοῖς ἐν ἁμαρτήμασι γενομένοις τῶν νεανίσκων· ὡς γὰρ ἐκεῖνοι τοῖς μὲν ἀδελφοῖς ἱλαρῶς συνδιατρίβουσι, τοὺς δὲ πατέρας αἰσχυνό- μενοι φεύγουσιν, οὕτως αὐτὸς αἰδούμενος τὴν μητρόπολιν ἡδέως ἂν αὐτόθι μετ᾽ ἐκείνων κατοι- κεῖν. τοῦτο δ᾽ ἐν Κορίνθῳ ξένου τινὸς ἀγροικό- τερον εἰς τὰς μετὰ τῶν φιλοσόφων διατριβάς, αἷς τυραννῶν ἔχαιρε, χλευάζοντος αὐτόν, καὶ τέλος ἐρωτῶντος τί δὴ τῆς Πλάτωνος ἀπολαύσειε σοφίας, “ Οὐδέν,” ἔφη, “ σοὶ δοκοῦμεν ὑπὸ Πλά- τωνος ὠφελῆσθαι, τύχης μεταβολὴν οὕτω φέ- ροντες;” πρὸς δὲ τὸν μουσικὸν ᾿Αριστόξενον καί τινας ἄλλους πυνθανομένους ὁπόθεν αὐτῷ καὶ τίς