Textus Originalis
ἡ πρὸς Πλάτωνα γένοιτο μέμψις, πολλῶν ἔφη κακῶν τὴν τυραννίδα μεστὴν οὖσαν οὐδὲν ἔχειν τηλικοῦτον ἡλίκον τὸ μηδένα τῶν λεγομένων φίλων μετὰ παρρησίας διαλέγεσθαι· καὶ γὰρ αὐτὸς ὑπ᾽ ἐκείνων ἀποστερηθῆναι τῆς Πλάτωνος εὐνοίας. ἐπεὶ δὲ τῶν βουλομένων τις εὐφυῶν εἶναι σκώπτων τὸν Διονύσιον ἐξέσειε τὸ ἱμάτιον εἰσιὼν πρὸς αὐτόν, ὡς δὴ πρὸς τύραννον, ἀντι- σκώπτων ἐκεῖνος ἐκέλευε τοῦτο ποιεῖν ὅταν ἐξίῃ παρ᾽ αὐτοῦ, μή τι τῶν ἔνδον ἔχων ἀπέλθῃ. Φιλίππου δὲ τοῦ Μακεδόνος παρὰ πότον τινὰ λόγον μετ᾽ εἰρωνείας ἐμβαλόντος περὶ τῶν μελῶν καὶ τῶν τραγῳδιῶν ἃς ὁ πρεσβύτερος Διονύσιος κατέλιπε, καὶ προσποιουμένου διαπορεῖν ἐν τίνι χρόνῳ ταῦτα ποιεῖν ἐκεῖνος ἐσχόλαξεν, οὐ φαύ- λως ἀπήντησεν ὁ Διονύσιος εἰπών· “ Ἐν ᾧ σὺ κἀγὼ καὶ πάντες οἱ μακάριοι δοκοῦντες εἶναι περὶ κώθωνα διατρίβομεν.” Πλάτων μὲν οὖν οὐκ ἐπεῖδεν ἐν Κορίνθῳ Διονύ- σιον, ἀλλ᾽ ἔτυχεν ἤδη τεθνηκώς, ὁ δὲ Σινωπεὺς Διογένης ἀπαντήσας αὐτῷ πρῶτον, “ Ὡς ἀναξί- ως,” ἔφη, “ Διονύσιε, ζῇς.” ἐπιστάντος δ᾽ ἐκεί- νου καὶ εἰπόντος· “ Εὖ ποιεῖς, ὦ Διόγενες, συνα- χθόμενος ἡμῖν ἠτυχηκόσι,” “ Τί γάρ;” εἶπεν ὁ Διογένης, “ οἴει μέ σοι συναλγεῖν, οὐ διαγανα- κτεῖν ὅτι τοιοῦτον ἀνδράποδον ὤν, καὶ τοῖς τυραν- νείοις, ὥσπερ ὁ πατήρ, ἐπιτήδειος ἐγγηράσας ἀποθανεῖν, ἐνταῦθα παίζων καὶ τρυφῶν διάγεις