Textus Originalis

ἔχοντι φυλακήν, καὶ τότε παντάπασι διὰ τὸν θεὸν ἀνειμένως καὶ ἀνυπόπτως σχολάζοντι μετὰ τῶν ᾿Αδρανιτῶν. οἱ δὲ πεμφθέντες κατὰ τύχην πυθόμενοι μέλλοντα θύειν αὐτόν, ἧκον εἰς τὸ ἱερὸν ὑπὸ τοῖς ἱματίοις ἐγχειρίδια κομίζοντες, καὶ τοῖς περιεστῶσι τὸν βωμὸν ἀναμιχθέντες, ἐγγυ- τέρω κατὰ μικρὸν ἐπεχείρουν. καὶ ὅσον οὔπω παρακελευομένων ἀλλήλοις ἐνάρχεσθαι παίει τις αὐτῶν τὸν ἕτερον κατὰ τῆς κεφαλῆς ξίφει, καὶ πεσόντος οὔθ᾽ ὁ παίσας ἔμεινεν οὔθ᾽ ὁ μετὰ τοῦ πληγέντος ἥκων, ἀλλ᾽ ἐκεῖνος μὲν, ὥσπερ εἶχε τὸ ξίφος, φεύγων πρὸς τινα πέτραν ὑψηλὴν ἀνεπη- δήσεν, ἅτερος δὲ τοῦ βωμοῦ λαβόμενος ἄδειαν ἠτεῖτο παρὰ τοῦ Τιμολέοντος ἐπὶ τῷ πάντα μηνῦ- σαι. καὶ λαβὼν ἐμήνυσε καθ᾽ αὑτοῦ καὶ κατὰ τοῦ τεθνηκότος ὡς πεμφθεῖεν ἐκεῖνον ἀποκτεν- οῦντες. ἐν τούτῳ δὲ καὶ τὸν ἀπὸ τῆς πέτρας κατῆ- γον ἕτεροι, βοῶντα μηδὲν ἀδικεῖν, ἀλλ᾽ ἀνῃρηκέναι δικαίως τὸν ἄνθρωπον ὑπὲρ πατρὸς τεθνηκότος, ὃν ἐκεῖνος ἀπεκτονήκοι πρότερον ἐν Λεοντίνοις. καὶ μαρτυροῦντας εἶχεν ἐνίους τῶν παρόντων, θαυμάζοντας ἅμα τῆς τύχης τὴν εὐμηχανίαν, ὡς δι᾽ ἑτέρων ἕτερα κινοῦσα καὶ συνάγουσα πάντα πόρρωθεν καὶ συγκαταπλέκουσα τοῖς πλεῖστον διαφέρειν δοκοῦσι καὶ μηδὲν ἔχειν πρὸς ἄλληλα κοινὸν ἀεὶ τοῖς ἀλλήλων χρῆται καὶ τέλεσι καὶ ἀρχαῖς. Τὸν μὲν οὖν ἄνθρωπον ἐστεφάνωσαν οἱ Κορίν-