Textus Originalis
μεθ᾽ ἡμῶν;” ὥστε μοι παραβάλλοντι τούτοις τὰς Φιλίστου φωνάς, ἃς ἀφίησι περὶ τῶν Λεπτίνου θυγατέρων ὀλοφυρόμενος, ὡς ἐκ μεγάλων ἀγαθῶν τῶν τῆς τυραννίδος εἰς ταπεινὴν ἀφιγμένων δί- αιταν, φαίνεσθαι θρήνους γυναικὸς ἀλαβάστους καὶ πορφύρας καὶ χρυσία ποθούσης. Ταῦτα μὲν οὖν οὐκ ἀλλότρια τῆς τῶν βίων ἀναγραφῆς οὐδὲ ἄχρηστα δόξειν οἰόμεθα μὴ σπεύδουσι μηδὲ ἀσχολουμένοις ἀκροαταῖς. XVI. Τῆς δὲ Διονυσίου δυστυχίας παραλόγου φανείσης οὐχ ἧττον ἡ Τιμολέοντος εὐτυχία τὸ θαυμαστὸν ἔσχεν. ἐπιβὰς γὰρ Σικελίας ἐν ἡμέ- ραις πεντήκοντα τήν τ᾽ ἀκρόπολιν τῶν Συρακου- σῶν παρέλαβε καὶ Διονύσιον εἰς Πελοπόννησον ἐξέπεμψεν. ὅθεν ἐπιρρωσθέντες οἱ Κορίνθιοι πέμπουσιν αὐτῷ δισχιλίους ὁπλίτας καὶ δια- κοσίους ἱππεῖς, οἱ κομισθέντες ἄχρι Θουρίων τὴν ἐκεῖθεν περαίωσιν ὑπὸ Καρχηδονίων πολλαῖς ναυσὶ κατεχομένης τῆς θαλάττης ἄπορον ὁρῶντες, ὡς ἦν ἀνάγκη καιρὸν περιμένοντας ἀτρεμεῖν αὐτό- θι, πρὸς κάλλιστον ἔργον ἀπεχρήσαντο τῇ σχολῇ. Θουρίων γὰρ ἐπὶ Βρεττίους στρατευόντων τὴν πόλιν παραλαβόντες ὥσπερ πατρίδα καθαρῶς καὶ πιστῶς διεφύλαξαν. Ὁ δ᾽ Ἱκέτης τὴν μὲν ἀκρόπολιν τῶν Συρακου- σῶν ἐπολιόρκει καὶ σῖτον ἐκώλυεν εἰσπλεῖν τοῖς Κορινθίοις, Τιμολέοντι δὲ δύο ξένους παρασκευά- σας δολοφονήσοντας αὐτὸν ὑπέπεμψεν εἰς ᾿Αδρα- νόν, οὔτε ἄλλως περὶ τὸ σῶμα συντεταγμένην