Textus Originalis
οὕτως ὑπὸ λόγων μᾶλλον ἢ πράξεων πονηρῶν ἀνιᾶσθαι πεφύκασιν οἱ πολλοί· χαλεπώτερον γὰρ ὕβριν ἢ βλάβην φέρουσι. καὶ τὸ μὲν ἀμύνεσθαι δι᾽ ἔργων ὡς ἀναγκαῖον δέδοται τοῖς πολεμοῦσιν, αἱ δὲ βλασφημίαι περιουσίᾳ μίσους ἢ κακίας γίνεσθαι δοκοῦσιν. XXXIII. Ἐπανελθόντος δὲ τοῦ Τιμολέοντος οἱ Συρακούσιοι τὰς γυναῖκας τῶν περὶ τὸν Ἱκέτην καὶ τὰς θυγατέρας ἐν ἐκκλησίᾳ καταστήσαντες εἰς κρίσιν ἀπέκτειναν. καὶ δοκεῖ τοῦτο τῶν Τιμολέοντος ἔργων ἀχαριστότατον γενέσθαι· μὴ γὰρ ἂν ἐκείνου κωλύοντος οὕτως τὰς ἀνθρώπους ἀποθανεῖν. δοκεῖ δὲ αὐτὰς ὑπεριδεῖν καὶ προέσθαι τῷ θυμῷ τῶν πολιτῶν δίκην λαμβανόντων ὑπὲρ Δίωνος τοῦ Διονύσιον ἐκβαλόντος. Ἱκέτης γάρ ἐστὶν ὁ τὴν γυναῖκα τοῦ Δίωνος ᾿Αρέτην καὶ τὴν ἀδελφὴν ᾿Αριστομάχην καὶ τὸν υἱὸν ἔτι παῖδα καταποντίσας ζῶντας, περὶ ὧν ἐν τῷ Δίωνος γέγραπται βίῳ. XXXIV. Μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Μάμερκον εἰς Κατάνην καὶ περὶ τὸ ῥεῦμα τὸν Ἄβολον ἐκ παρατάξεως ὑποστάντα νικήσας καὶ τρεψάμενος ὑπὲρ δισχιλίους ἀνεῖλεν, ὧν μέρος οὐκ ὀλίγον ἦσαν οἱ πεμφθέντες ὑπὸ Γέσκωνος ἐπίκουροι Φοίνικες. ἐκ δὲ τούτου Καρχηδόνιοι μὲν εἰρήνην ἐποιήσαντο πρὸς αὐτὸν δεηθέντες, ὥστε τὴν ἐντὸς τοῦ Λύκου χώραν ἔχειν, καὶ τοῖς βουλομένοις 1 ἐξ αὐτῆς μετοικεῖν πρὸς Συρακουσίους χρήματα καὶ γενεὰς ἀποδιδόντες, καὶ τοῖς
Note a pie di pagina
1 1 τοῖς βουλομένοις Coraés, Sintenis¹, and Bekker, after Reiske (with A C): τοὺς βουλομένους. Coraés and Bekker bracket the preceding καί.