Textus Originalis

τυράννοις ἀπειπάμενοι τὴν συμμαχίαν. Μάμερκος δὲ δυσθυμῶν ταῖς ἐλπίσιν ἔπλει μὲν εἰς ᾿Ιταλίαν ὡς Λευκανοὺς ἐπάξων Τιμολέοντι καὶ Συρακουσίοις, ἐπεὶ δὲ ἀποστρέψαντες οἱ σὺν αὐτῷ τὰς τριήρεις καὶ πλεύσαντες εἰς Σικελίαν τῷ Τιμολέοντι τὴν Κατάνην παρέδωκαν, ἀναγκασθεὶς καὶ αὐτὸς εἰς Μεσσήνην κατέφυγε πρὸς Ἵππωνα τὸν τυραννοῦντα τῆς πόλεως. ἐπελθόντος δὲ τοῦ Τιμολέοντος αὐτοῖς καὶ πολιορκοῦντος ἔκ τε γῆς καὶ θαλάττης, ὁ μὲν Ἵππων ἀποδιδράσκων ἐπὶ νεὼς ἥλω, καὶ παραλαβόντες αὐτὸν οἱ Μεσσήνιοι, καὶ τοὺς παῖδας ἐκ τῶν διδασκαλείων ὡς ἐπὶ θέαμα κάλλιστον τὴν τοῦ τυράννου τιμωρίαν ἀγαγόντες εἰς θέατρον, ἠκίσαντο καὶ διέφθειραν· ὁ δὲ Μάμερκος ἑαυτὸν Τιμολέοντι παρέδωκεν ἐπὶ τῷ δίκην ὑποσχεῖν ἐν Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος. ἀχθεὶς δὲ εἰς τὰς Συρακούσας, παρελθὼν εἰς τὸν δῆμον ἐπεχείρει μέν τινα συγκείμενον ἐκ παλαιοῦ λόγον ὑπ᾽ αὐτοῦ διεξιέναι, θορύβοις δὲ περιπίπτων καὶ τὴν ἐκκλησίαν ὁρῶν ἀπαραίτητον ἔθει ῥίψας τὸ ἱμάτιον διὰ μέσου τοῦ θεάτρου, καὶ πρός τι τῶν βάθρων δρόμῳ φερόμενος συνέρρηξε τὴν κεφαλὴν ὡς ἀποθανούμενος. οὐ μὴν ἔτυχέ γε ταύτης τῆς τελευτῆς, ἀλλ᾽ ἔτι ζῶν ἀπαχθεὶς ἥνπερ οἱ λῃσταὶ δίκην ἔδωκε. XXXV. Τὰς μὲν οὖν τυραννίδας ὁ Τιμολέων τοῦτον τὸν τρόπον ἐξέκοψε καὶ τοὺς πολέμους ἔλυσε· τὴν δὲ ὅλην νῆσον ἐξηγριωμένην ὑπὸ κακῶν καὶ διαμεμισημένην ὑπὸ τῶν οἰκητόρων παραλαβὼν οὕτως ἐξημέρωσε καὶ ποθεινὴν ἐποίησε πᾶσιν ὥστε πλεῖν οἰκήσοντας ἑτέρους ὅθεν οἱ