Textus Originalis
πολῖται πρότερον ἀπεδίδρασκον. καὶ γὰρ ᾿Ακράγαντα καὶ Γέλαν, πόλεις μεγάλας μετὰ τὸν ᾿Αττικὸν πόλεμον ὑπὸ Καρχηδονίων ἀναστάτους γεγενημένας, τότε κατῴκισαν, τὴν μὲν οἱ περὶ Μέγελλον καὶ Φέριστον ἐξ Ἐλέας, τὴν δὲ οἱ περὶ Γόργον ἐκ Κέω πλεύσαντες καὶ συναγαγόντες τοὺς ἀρχαίους πολίτας· οἷς οὐ μόνον ἀσφάλειαν ἐκ πολέμου τοσούτου καὶ γαλήνην ἱδρυομένοις παρασχών, ἀλλὰ καὶ τἄλλα παρασκευάσας καὶ συμπροθυμηθεὶς ὥσπερ οἰκιστὴς ἠγάπατο. καὶ τῶν ἄλλων δὲ διακειμένων ὁμοίως ἁπάντων πρὸς αὐτόν, οὐ πολέμου τις λύσις, οὐ νόμων θέσις, οὐ χώρας κατοικισμός, οὐ πολιτείας διάταξις ἐδόκει καλῶς ἔχειν, ἧς ἐκεῖνος μὴ προσάψαιτο μηδὲ κατακοσμήσειεν, ὥσπερ ἔργῳ συντελουμένῳ δημιουργὸς ἐπιθείς τινα χάριν θεοφιλῆ καὶ πρέπουσαν. XXXVI. Πολλῶν γοῦν κατ᾽ αὐτὸν Ἑλλήνων μεγάλων γενομένων καὶ μεγάλα κατεργασαμένων, ὧν καὶ Τιμόθεος ἦν καὶ ᾿Αγησίλαος καὶ Πελοπίδας καὶ ὁ μάλιστα ζηλωθεὶς ὑπὸ Τιμολέοντος ᾿Επαμεινώνδας, αἱ μὲν ἐκείνων πράξεις βίᾳ τινὶ καὶ πόνῳ τὸ λαμπρὸν ἐξενηνόχασι μεμειγμένον, ὥστε καὶ μέμψιν ἐνίαις ἐπιγίνεσθαι καὶ μετάνοιαν, τῶν δὲ Τιμολέοντος ἔργων, ἔξω λόγου θεμένοις τὴν περὶ τὸν ἀδελφὸν ἀνάγκην, οὐδέν ἐστιν ᾧ μὴ τὰ τοῦ Σοφοκλέους, ὥς φησι Τίμαιος, ἐπιφωνεῖν ἔπρεπεν· ὦ θεοί, τίς ἄρα Κύπρις ἢ τίς ἵμερος τοῦδε ξυνήψατο;