Textus Originalis

THE HISTORIES OF POLYBIUS

διασπάσαι καὶ τοὺς πλείστους διαφθεῖραι τῶν ἀν12 δρῶν, οὕτως ἦσαν κατάφοβοι τοὺς ἐλέφαντας ὡς ἐπὶ δύ᾽ ἐνιαυτοὺς τοὺς ἑξῆς τῶν προειρημένων καιρῶν πολλάκις μὲν ἐν τῇ Λιλυβαιίτιδι χώρᾳ, πολλάκις δ᾽ ἐν τῇ Σελινουντίᾳ παραταττόμενοι τοῖς πολεμίοις ἐν ἓξ καὶ πέντε σταδίοις οὐκ ἐθάρρησαν οὐδέποτε κατάρξαι τῆς μάχης οὐδ᾽ εἰς τοὺς ὁμαλοὺς καθόλου συγκαταβῆναι τόπους, δεδιότες τὴν τῶν ἐλεφάντων 13 ἔφοδον. Θέρμαν δὲ μόνον καὶ Λιπάραν ἐξεπολιόρκησαν ἐν τούτοις τοῖς καιροῖς, ἀντεχόμενοι τῶν 14 ὀρεινῶν καὶ δυσδιαβάτων τόπων. διὸ καὶ θεωροῦντες οἱ Ῥωμαῖοι τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις πτοίαν καὶ δυσελπιστίαν, αὖθις ἔγνωσαν ἐκ μετα15 μελείας ἀντιλαμβάνεσθαι τῆς θαλάττης. καὶ καταστήσαντες στρατηγοὺς Γάιον Ἀτίλιον καὶ Λεύκιον Μάλιον ναυπηγοῦνται πεντήκοντα σκάφη, καὶ κατέγραφον καὶ συνήθροιζον στόλον ἐνεργῶς. 40 Ὁ δὲ προεστὼς τῶν Καρχηδονίων Ἀσδρούβας, ὁρῶν ἀποδειλιῶντας τοὺς Ῥωμαίους ἐν ταῖς προγεγενημέναις παρατάξεσι, πυθόμενος τὸν μὲν ἕνα τῶν στρατηγῶν μετὰ τῆς ἡμισείας δυνάμεως εἰς τὴν Ἰταλίαν ἀπηλλάχθαι, τὸν δὲ Καικέλιον ἐν τῷ Πανόρμῳ διατρίβειν τὸ λοιπὸν μέρος ἔχοντα τῆς στρατιᾶς, βουλόμενον ἐφεδρεῦσαι τοῖς τῶν συμμάχων καρ2 ποῖς, ἀκμαζούσης τῆς συγκομιδῆς, ἀναλαβὼν ἐκ τοῦ Λιλυβαίου τὴν δύναμιν ὥρμησε καὶ κατεστρατοπέδευσε πρὸς τοῖς ὅροις τῆς χώρας τῆς Πανορμίτιδος. 3 ὁ δὲ Καικέλιος, θεωρῶν αὐτὸν κατατεθαρρηκότα, καὶ σπουδάζων ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ, συν4 εῖχε τοὺς στρατιώτας ἐντὸς τῶν πυλῶν. οἷς ἐπαιρόμενος Ἀσδρούβας, ὡς οὐ τολμῶντος ἀντεξιέναι τοῦ Καικελίου, θρασέως ὁρμήσας παντὶ τῷ στρα-