Textus Originalis

THE HISTORIES OF POLYBIUS

τεύματι κατῆρε διὰ τῶν στενῶν εἰς τὴν Πανορ5 μῖτιν. φθείροντος δὲ τοὺς καρποὺς αὐτοῦ μέχρι τῆς πόλεως, ἔμενεν ἐπὶ τῆς ὑποκειμένης γνώμης ὁ Καικέλιος, ἕως αὐτὸν ἐξεκαλέσατο διαβῆναι τὸν πρὸ 6 τῆς πόλεως ποταμόν. ἐπεὶ δὲ τὰ θηρία διεβίβασαν οἱ Καρχηδόνιοι καὶ τὴν δύναμιν, τὸ τηνικαῦτα δὲ τοὺς εὐζώνους ἐξαποστέλλων ἠρέθιζε, μέχρι πᾶν 7 αὐτοὺς ἐκτάξαι τὸ στρατόπεδον ἠνάγκασε. συνθεασάμενος δὲ γινόμενον ὃ προύθετο, τινὰς μὲν τῶν εὐκινήτων πρὸ τοῦ τείχους καὶ τάφρου παρενέβαλε, προστάξας, ὃ ἂν ἐγγίζῃ τὰ θηρία πρὸς αὐτούς, 8 χρῆσθαι τοῖς βέλεσιν ἀφθόνως, ὅταν δ᾽ ἐκπιέζωνται, καταφεύγειν εἰς τὴν τάφρον, καὶ πάλιν ἐκ ταύτης ὁρμωμένους εἰσακοντίζειν εἰς τὰ προσπίπτοντα 9 τῶν ζῴων: τοῖς δ᾽ ἐκ τῆς ἀγορᾶς βαναύσοις φέρειν προσέταξε τὰ βέλη, καὶ παραβάλλειν ἔξω παρὰ 10 τὸν θεμέλιον τοῦ τείχους. αὐτὸς δὲ τὰς σημείας ἔχων ἐπὶ τῆς κατὰ τὸ λαιὸν κέρας τῶν ὑπεναντίων κειμένης πύλης ἐφειστήκει, πλείους ἀεὶ καὶ πλείους 11 ἐπαποστέλλων τοῖς ἀκροβολιζομένοις. ἅμα δὲ τῷ τούτων ὁλοσχερεστέραν γενέσθαι τὴν συμπλοκὴν ἀντιφιλοδοξοῦντες οἱ τῶν ἐλεφάντων ἐπιστάται πρὸς τὸν Ἀσδρούβαν, καὶ βουλόμενοι δι᾽ αὑτῶν ποιῆσαι τὸ προτέρημα, πάντες ὥρμησαν ἐπὶ τοὺς προκινδυ12 νεύοντας: τρεψάμενοι δὲ τούτους ῥᾳδίως συνεδίωξαν εἰς τὴν τάφρον. προσπεσόντων δὲ τῶν θηρίων, καὶ τιτρωσκομένων μὲν ὑπὸ τῶν ἐκ τοῦ τείχους τοξευόντων, συνακοντιζομένων δ᾽ ἐνεργοῖς καὶ πυκνοῖς τοῖς ὑσσοῖς καὶ τοῖς γρόσφοις ὑπ᾽ ἀκεραίων 13 τῶν πρὸ τῆς τάφρου διατεταγμένων, συμβελῆ γινόμενα καὶ κατατραυματιζόμενα ταχέως διεταράχθη, καὶ στραφέντα κατὰ τῶν ἰδίων ἐφέρετο, τοὺς μὲν