Textus Originalis
6 ἅτε δὴ τοῦ μὲν πλοῦ σύνεγγυς ὄντος, τῆς δ᾽ ὠφελείας ἑτοίμου προφαινομένης. ταῦτα δὲ παρασκευασάμενος ἀνήχθη περὶ μέσας νύκτας, λαθὼν τοὺς πολεμίους. καὶ τὰς μὲν ἀρχὰς ἁθρόους ἔπλει, δεξιὰν 7 ἔχων τὴν γῆν. ἅμα δὲ τῷ φωτὶ τῶν πρώτων ἐπὶ τὰ Δρέπανα νεῶν ἐπιφαινομένων, κατιδὼν Ἀτάρβας τὸ μὲν πρῶτον ἐξενίσθη διὰ τὸ παράδοξον: 8 ταχὺ δ᾽ ἐν αὑτῷ γενόμενος, καὶ νοήσας τὸν ἐπίπλουν τῶν ὑπεναντίων, ἔκρινε παντὸς ἔργου πεῖραν λαμβάνειν καὶ πᾶν ὑπομένειν χάριν τοῦ μὴ περιιδεῖν σφᾶς εἰς πρόδηλον συγκλεισθέντας πο9 λιορκίαν. διόπερ εὐθέως τὰ μὲν πληρώματα συν10 ῆγε πρὸς τὸν αἰγιαλόν, τοὺς δ᾽ ἐκ τῆς πόλεως μισθοφόρους ἥθροιζε μετὰ κηρύγματος. τῶν δὲ συλλεχθέντων, ἐπεβάλετο διὰ βραχέων εἰς ἔννοιαν αὐτοὺς ἄγειν τῆς τε τοῦ νικᾶν ἐλπίδος, ἐὰν τολμήσωσι ναυμαχεῖν, καὶ τῆς ἐν τῇ πολιορκίᾳ δυσχρη11 στίας, ἐὰν καταμελλήσωσι προϊδόμενοι τὸν κίνδυνον. ἑτοίμως δ᾽ αὐτῶν παρορμηθέντων πρὸς τὴν ναυμαχίαν, καὶ βοώντων ἄγειν καὶ μὴ μέλλειν, ἐπαινέσας καὶ δεξάμενος τὴν ὁρμὴν παρήγγειλε κατὰ 12 τάχος ἐμβαίνειν, καὶ βλέποντας πρὸς τὴν αὑτοῦ ναῦν ἕπεσθαι ταύτῃ κατὰ πρύμναν. διασαφήσας δὲ τὰ προειρημένα κατὰ σπουδὴν πρῶτος ἐποιεῖτο τὸν ἀνάπλουν, ὑπ᾽ αὐτὰς τὰς πέτρας ἐπὶ θάτερα 50 μέρη τοῦ λιμένος ἐξάγων τοῦ τῶν πολεμίων εἴσπλου. Πόπλιος δ᾽ ὁ τῶν Ῥωμαίων στρατηγός, θεωρῶν τοὺς μὲν πολεμίους παρὰ τὴν αὑτοῦ δόξαν οὔτ᾽ 2 εἴκοντας οὔτε καταπεπληγμένους τὸν ἐπίπλουν, ἀλλὰ πρὸς τῷ ναυμαχεῖν ὄντας, τῶν δὲ σφετέρων νεῶν τὰς μὲν ἐντὸς ἤδη τοῦ λιμένος οὔσας, τὰς δ᾽ ἐν αὐτῷ τῷ στόματι, τὰς δὲ φερομένας ἐπὶ τὸν εἴσ-