Textus Originalis

THE HISTORIES OF POLYBIUS

3 πλουν, πάσαις ἀναστρέφειν παρήγγειλε καὶ ποιεῖσθαι τὸν πλοῦν ἔξω πάλιν. ἔνθα δὴ τῶν μὲν ἐν τῷ λιμένι, τῶν δὲ κατὰ τὸν εἴσπλουν ἐκ τῆς μεταβολῆς συμπιπτουσῶν, οὐ μόνον θόρυβος ἦν ἐκ 4 τῶν ἀνδρῶν ἄπλετος, ἀλλὰ καὶ τοὺς ταρσοὺς ἐθραύονθ᾽ αἱ νῆες ἀλλήλαις συγκρούουσαι. ὅμως δ᾽ οὖν ἀεὶ τοὺς ἀνατρέχοντας ἐκτάττοντες οἱ τριήραρχοι παρ᾽ αὐτὴν τὴν γῆν ταχέως ἐποίουν ἀντιπρώρρους 5 τοῖς πολεμίοις. ὁ δὲ Πόπλιος αὐτὸς ἐπέπλει μὲν ἀρχῆθεν κατόπιν ἐπὶ παντὶ τῷ στόλῳ, τότε δ᾽ ἐπιστρέψας κατ᾽ αὐτὸν τὸν πλοῦν πρὸς τὸ πέλαγος 6 ἔλαβε τὴν εὐώνυμον τῆς ὅλης δυνάμεως τάξιν. Ἀτάρβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν ὑπεράρας τὸ λαιὸν τῶν πολεμίων [Ῥωμαίων], ἔχων πέντε ναῦς ἐπίπλους, ὑπέστησε τὴν ἑαυτοῦ ναῦν ἀντίπρωρρον 7 τοῖς πολεμίοις ἀπὸ τοῦ κατὰ τὸ πέλαγος μέρους: ἅμα δὲ καὶ τῶν ἐπιπλεόντων ἀεὶ τοῖς συνάπτουσι 8 προσεπιταττομένοις ταὐτὸ ποιεῖν παραγγείλας διὰ τῶν ὑπηρετῶν, καταστάντων δὲ πάντων εἰς μέτωπον σημήνας διὰ τῶν συνθημάτων, τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὸν ἐπίπλουν ἐν τάξει, μενόντων πρὸς τῇ 9 γῇ τῶν Ῥωμαίων διὰ τὸ προσδέχεσθαι τὰς ἐκ τοῦ λιμένος ἀνατρεχούσας ναῦς. ἐξ οὗ συνέβαινε με51 γάλα τοὺς Ῥωμαίους ἐλαττωθῆναι πρὸς αὐτῇ τῇ γῇ ποιησαμένους τὴν συμπλοκήν. ἐπειδὴ δὲ σύνεγγυς 2 αὑτῶν ἦσαν, ἀρθέντων τῶν συνθημάτων ἐφ᾽ ἑκατέρας τῆς ναυαρχίδος, συνέβαλλον ἀλλήλοις. τὸ μὲν οὖν πρῶτον ἰσόρροπος ἦν ὁ κίνδυνος, ὡς ἂν 3 ἀμφοτέρων τοῖς ἀρίστοις ἐκ τῆς πεζικῆς δυνάμεως ἐπιβάταις χρωμένων: ἀεὶ δὲ μᾶλλον ὑπερεῖχον οἱ 4 Καρχηδόνιοι διὰ τὸ πολλὰ προτερήματα παρ᾽ ὅλον ἔχειν τὸν ἀγῶνα. τῷ τε γὰρ ταχυναυτεῖν πολὺ