Textus Originalis
6 τὴν ἐξήγησιν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. τόν τε γὰρ παρὰ τοῖς πολλοῖς λεγόμενον ἄσπονδον πόλεμον, τίνα φύσιν ἔχει καὶ διάθεσιν, μάλιστ᾽ ἄν τις 7 ἐκ τῶν τότε γεγονότων ἐπιγνοίη, τούς τε χρωμένους μισθοφορικαῖς δυνάμεσι τίνα δεῖ προορᾶσθαι καὶ φυλάττεσθαι μακρόθεν ἐναργέστατ᾽ ἂν ἐκ τῆς τότε περιστάσεως συνθεωρήσειε, πρὸς δὲ τούτοις τί διαφέρει καὶ κατὰ πόσον ἤθη σύμμικτα καὶ βάρ8 βαρα τῶν ἐν παιδείαις καὶ νόμοις καὶ πολιτικοῖς ἔθεσιν ἐκτεθραμμένων: τὸ δὲ μέγιστον τὰς αἰτίας ἐκ τῶν ἐν ἐκείνοις τοῖς καιροῖς πεπραγμένων κατανοήσειε, δι᾽ ἃς ὁ κατ᾽ Ἀννίβαν συνέστη Ῥωμαίοις 9 καὶ Καρχηδονίοις πόλεμος. ὑπὲρ οὗ διὰ τὸ μὴ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς πεπολεμηκόσιν ἔτι νῦν ἀμφισβητεῖσθαι τὰς αἰτίας, χρήσιμόν ἐστι τὴν ἀληθινωτάτην παραστῆσαι διάληψιν τοῖς φιλομαθοῦσιν. 66 Ὡς γὰρ θᾶττον ἐπιτελεσθεισῶν τῶν προειρημένων διαλύσεων ἀποκατέστησε τὰς περὶ τὸν Ἔρυκα δυνάμεις εἰς τὸ Λιλύβαιον ὁ Βάρκας, εὐθέως αὐτὸς μὲν ἀπέθετο τὴν ἀρχήν, ὁ δ᾽ ἐπὶ τῆς πόλεως στρατηγὸς Γέσκων ἐγίνετο περὶ τὸ περαιοῦν τοὺς 2 στρατιώτας εἰς τὴν Λιβύην. προϊδόμενος δὲ τὸ μέλλον ἐμφρόνως ἐνεβίβαζε κατὰ μέρη διαιρῶν αὐ3 τοὺς καὶ διαλείμματα ποιῶν τῆς ἐξαποστολῆς, βουλόμενος ἀναστροφὴν διδόναι τοῖς Καρχηδονίοις εἰς τὸ τοὺς καταπλεύσαντας καὶ μισθοδοτηθέντας τὰ προσοφειλόμενα τῶν ὀψωνίων φθάνειν ἀπαλλαττομένους ἐκ τῆς Καρχηδόνος εἰς τὴν οἰκείαν πρὶν ἢ 4 τοὺς ἑξῆς περαιουμένους ἐπικαταλαβεῖν. ὁ μὲν οὖν Γέσκων ἐχόμενος ταύτης τῆς ἐννοίας οὕτως ἐχείριζε 5 τὰ κατὰ τὴν ἐξαποστολήν. οἱ δὲ Καρχηδόνιοι τὰ