Textus Originalis

THE HISTORIES OF POLYBIUS

μὲν οὐκ εὐπορούμενοι χρημάτων διὰ τὰς προγεγενημένας δαπάνας, τὰ δὲ καὶ πεπεισμένοι παραιτήσεσθαι τοὺς μισθοφόρους μέρος τι τῶν προσοφειλομένων ὀψωνίων, ἐὰν καὶ συναθροίσωσι καὶ δέξωνται πάντας εἰς τὴν Καρχηδόνα, παρακατεῖχον ἐκεῖ τοὺς καταπλέοντας διὰ ταύτην τὴν ἐλπίδα καὶ συν6 εῖχον ἐν τῇ πόλει. γινομένων δὲ πλειόνων ἀδικημάτων καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, τὸ μὲν πρῶτον ὑπιδόμενοι τὸν ὄχλον καὶ τὴν συμβαίνουσαν ἀκρασίαν ἠξίωσαν τοὺς ἡγεμόνας, ἕως ἂν ἑτοιμασθῇ μὲν τὰ κατὰ τὰς σιταρχίας αὐτοῖς, προσδέξωνται δὲ τοὺς ἀπολειπομένους, ἀναχωρῆσαι πάντας εἴς τινα πόλιν τὴν προσαγορευομένην Σίκκαν, λαβόν7 τας εἰς τὰ κατεπείγοντα χρυσοῦν ἕκαστον. προθύμως δὲ συνυπακουσάντων πρὸς τὴν ἔξοδον, καὶ βουλομένων αὐτοῦ καταλιπεῖν τὰς ἀποσκευάς, καθάπερ καὶ τὸν πρῶτον χρόνον ὑπῆρχον, ὡς θᾶττον ἐσομένης τῆς ἐπανόδου πρὸς τοὺς ὀψωνιασμούς, 8 ἀγωνιῶντες οἱ Καρχηδόνιοι μήποτε διὰ χρόνου παραγεγονότες, καὶ τινὲς μὲν τέκνων, ἔνιοι δὲ καὶ γυναικῶν ἱμείροντες, οἱ μὲν οὐκ ἐκπορευθῶσι τὸ παράπαν, οἱ δ᾽ ἐκπορευθέντες αὖθις ἀνακάμπτωσι πρὸς ταῦτα, καὶ τῷ τοιούτῳ τρόπῳ μηδὲν ἧττον ἀδίκημα γίνηται κατὰ τὴν πόλιν, ταῦτα προορώμε9 νοι μετὰ πολλῆς ἀπεχθείας οὐδαμῶς βουλομένους τοὺς ἀνθρώπους ἠνάγκασαν τὰς ἀποσκευὰς μεθ᾽ 10 ἑαυτῶν ἀπαγαγεῖν. οἱ δὲ μισθοφόροι συναναχθέντες εἰς τὴν Σίκκαν, καὶ διὰ πολλοῦ χρόνου τετευχότες ἀνέσεως καὶ σχολῆς, ὅπερ ἀφυέστατον ὑπάρχει ξενικαῖς δυνάμεσι, καὶ σχεδὸν ὡς εἰπεῖν ἀρχηγὸν καὶ μόνον αἴτιον γίνεται στάσεως, διῆγον 11 ἀδεῶς. ἅμα δὲ ῥᾳθυμοῦντες, τινὲς μὲν αὐτῶν ἐξ-