Textus Originalis
θηριοῦσθαι τὸ τελευταῖον καὶ παραστατικὴν λαμ7 βάνειν διάθεσιν. ὃ καὶ τότε συνέβη γενέσθαι περὶ αὐτούς: ἦσαν γὰρ οἱ μὲν Ἴβηρες, οἱ δὲ Κελτοί, τινὲς δὲ Λιγυστῖνοι καὶ Βαλιαρεῖς, οὐκ ὀλίγοι δὲ μιξέλληνες, ὧν οἱ πλείους αὐτόμολοι καὶ δοῦλοι: 8 τὸ δὲ μέγιστον μέρος αὐτῶν ἦν Λίβυες. διόπερ οὔτ᾽ ἐκκλησιάσαι συναθροίσαντα πάντας ὁμοῦ δυνατὸν ἦν οὔτ᾽ ἄλλην οὐδεμίαν εὑρέσθαι πρὸς τοῦτο 9 μηχανήν. πῶς γὰρ οἷόν τε; τὸν μὲν γὰρ στρατηγὸν εἰδέναι τὰς ἑκάστων διαλέκτους ἀδύνατον: διὰ πλειόνων δ᾽ ἑρμηνέων ἐκκλησιάζειν, ἅμα τετράκις καὶ πεντάκις περὶ ταὐτοῦ λέγοντα πράγματος, σχε10 δὸν ὡς εἰπεῖν ἔτι τοῦ πρόσθεν ἀδυνατώτερον. λοιπὸν ἦν διὰ τῶν ἡγεμόνων ποιεῖσθαι τὰς ἀξιώσεις καὶ παρακλήσεις: ὅπερ ἐπειρᾶτο τότε συνεχῶς 11 ποιεῖν ὁ Ἄννων. ἀκμὴν δὲ καὶ τούτους συνέβαινεν ἃ μὲν οὐκ αἰσθάνεσθαι τῶν λεγομένων, ἃ δὲ καὶ συναινέσαντας ἐνίοτε τῷ στρατηγῷ τἀναντία πρὸς τοὺς πολλοὺς ἀναγγέλλειν, τοὺς μὲν δι᾽ ἄγνοιαν, τοὺς δὲ διὰ κακίαν: ἐξ ὧν ἦν ἀσαφείας, ἀπιστίας, ἀμι12 ξίας, ἅπαντα πλήρη. πρὸς γὰρ τοῖς ἄλλοις ᾤοντο καὶ τοὺς Καρχηδονίους ἐπίτηδες τοὺς μὲν εἰδότας στρατηγοὺς τὰς γεγενημένας χρείας κατὰ Σικελίαν ἐξ αὐτῶν, καὶ πεποιημένους σφίσι τὰς ἐπαγγελίας, οὐκ ἐξαποστέλλειν ὡς αὐτούς, τὸν δὲ μηδενὶ τού13 των παρηκολουθηκότα τοῦτον ἐκπεπομφέναι. τέλος δ᾽ οὖν ἀπαξιώσαντες μὲν τὸν Ἄννωνα, διαπιστήσαντες δὲ τοῖς κατὰ μέρος ἡγεμόσιν, ἐξοργισθέντες δὲ πρὸς τοὺς Καρχηδονίους, ὥρμησαν πρὸς τὴν πόλιν: καὶ κατεστρατοπέδευσαν ἀπέχοντες ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια τῆς Καρχηδόνος ἐπὶ τῷ καλουμένῳ Τύνητι, πλείους ὄντες τῶν δισμυρίων.