Textus Originalis
ελογίζοντο τὰ προσοφειλόμενα σφίσι τῶν ὀψωνίων ἐπὶ τὸ πλεῖον, καὶ συγκεφαλαιούμενοι πολλαπλάσια τῶν καθηκόντων, ταῦτ᾽ ἔφασαν δεῖν ἀπαιτεῖν τοὺς 12 Καρχηδονίους. πάντες δ᾽ ἀναμιμνησκόμενοι τῶν ἐπαγγελιῶν, ὧν οἱ στρατηγοὶ κατὰ τοὺς ἐπισφαλεῖς τῶν καιρῶν παρακαλοῦντες σφᾶς ἐπεποίηντο, μεγάλας εἶχον ἐλπίδας καὶ μεγάλην προσδοκίαν τῆς ἐσο67 μένης περὶ αὐτοὺς ἐπανορθώσεως. διόπερ ἅμα τῷ συλλεχθῆναι πάντας εἰς τὴν Σίκκαν, καὶ παραγενόμενον Ἄννωνα τὸν ὑπάρχοντα στρατηγὸν ἐν τῇ Λιβύῃ τότε τῶν Καρχηδονίων μὴ οἷον τὰς ἐλπίδας καὶ τὰς ἐπαγγελίας ἐκπληροῦν, ἀλλὰ τοὐναντίον λέγοντα τὸ βάρος τῶν φόρων καὶ τὴν καθόλου στενοχωρίαν τῆς πόλεως ἐγχειρεῖν παραιτεῖσθαι μέρος τι τῶν ἐξ ὁμολόγου προσοφειλομένων ὀψω2 νίων, εὐθέως διαφορὰ καὶ στάσις ἐγεννᾶτο καὶ συνδρομαὶ συνεχεῖς ἐγίνοντο, ποτὲ μὲν κατὰ γένη, ποτὲ 3 δ᾽ ὁμοῦ πάντων. ὡς δ᾽ ἂν μήθ᾽ ὁμοεθνῶν μήθ᾽ ὁμογλώττων ὑπαρχόντων, ἦν ἀμιξίας καὶ θορύβου καὶ τῆς λεγομένης τύρβης πλῆρες τὸ στρατόπεδον. 4 Καρχηδόνιοι γὰρ ἀεὶ χρώμενοι ποικίλαις καὶ μισθοφορικαῖς δυνάμεσι, πρὸς μὲν τὸ μὴ ταχέως συμφρονήσαντας ἀπειθεῖν μηδὲ δυσκαταπλήκτους εἶναι τοῖς ἡγουμένοις ὀρθῶς στοχάζονται, ποιοῦντες ἐκ 5 πολλῶν γενῶν τὴν δύναμιν, πρὸς δὲ τὸ γενομένης ὀργῆς ἢ διαβολῆς ἢ στάσεως διδάξαι καὶ πραΰναι καὶ μεταθεῖναι τοὺς ἠγνοηκότας ὁλοσχερῶς ἀστο6 χοῦσιν. οὐ γὰρ οἷον ἀνθρωπίνῃ χρῆσθαι κακίᾳ συμβαίνει τὰς τοιαύτας δυνάμεις, ὅταν ἅπαξ εἰς ὀργὴν καὶ διαβολὴν ἐμπέσωσι πρός τινας, ἀλλ᾽ ἀπο-