Textus Originalis

THE HISTORIES OF POLYBIUS

2 ἐξορμήσας δὲ μετὰ τῆς δυνάμεως ἕτερος ἦν: καὶ γὰρ τοῖς καιροῖς ἀστόχως ἐχρῆτο καὶ τοῖς ὅλοις πράγμασιν ἀπείρως καὶ νωθρῶς. διὸ καὶ τὸ μὲν 3 πρῶτον εἰς Ἰτύκην παραβοηθήσας τοῖς πολιορκουμένοις καὶ καταπληξάμενος τοὺς ὑπεναντίους τῷ πλήθει τῶν θηρίων: εἶχε γὰρ οὐκ ἐλάττους ἑκατὸν ἐλεφάντων: καὶ μετὰ ταῦτα λαβὼν προτερήματος ἀρχὴν ὁλοσχεροῦς οὕτως ἐχρήσατο κακῶς ὥστε κινδυνεῦσαι προσαπολέσαι καὶ τοὺς πολιορκου4 μένους. κομίσας γὰρ ἐκ τῆς πόλεως τοὺς καταπέλτας καὶ τὰ βέλη καὶ συλλήβδην ἁπάσας τὰς πρὸς τὴν πολιορκίαν παρασκευάς, καὶ στρατοπεδεύσας πρὸ τῆς πόλεως, ἐνεχείρησε προσβάλλειν 5 πρὸς τὸν τῶν ὑπεναντίων χάρακα. τῶν δὲ θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνάμενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι, πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας. καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, 6 τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυμνὸν καὶ σύμφυτον ἔμενε, πιστεῦον ταῖς ἐξ αὐτῶν 7 τῶν τόπων ἀσφαλείαις. ὁ δ᾽ Ἄννων, εἰθισμένος Νομάσι καὶ Λίβυσι πολεμεῖν, οἵτινες ὅταν ἅπαξ ἐγκλίνωσι, ποιοῦνται τὴν φυγὴν ἐπὶ δύ᾽ ἡμέρας καὶ τρεῖς ἐκτοπίζοντες αὑτούς, ὑπολαβὼν καὶ τότε πέρας ἔχειν τοῦ πολέμου καὶ νενικηκέναι τοῖς ὅλοις, 8 τῶν μὲν στρατιωτῶν ὠλιγώρησε καὶ καθόλου τῆς παρεμβολῆς, αὐτὸς δ᾽ εἰσελθὼν εἰς τὴν πόλιν ἐγί9 νετο περὶ τὴν τοῦ σώματος θεραπείαν. οἱ δὲ συμπεφευγότες τῶν μισθοφόρων εἰς τὸν λόφον, σύντροφοι μὲν γεγονότες τῆς Βάρκα τόλμης, συνήθεις δ᾽ ἐκ τῶν κατὰ Σικελίαν ἀγώνων πολλάκις τῆς αὐτῆς ἡμέρας ποτὲ μὲν ὑποχωρεῖν, ποτὲ δὲ πάλιν ἐκ