Textus Originalis

THE HISTORIES OF POLYBIUS

10 μεταβολῆς ἐγχειρεῖν τοῖς πολεμίοις, καὶ τότε συνιδόντες τὸν μὲν στρατηγὸν ἀπηλλαγμένον εἰς τὴν πόλιν, τοὺς δὲ πολλοὺς διὰ τὸ προτέρημα ῥᾳθυ11 μοῦντας καὶ διαρρέοντας ἐκ τῆς στρατοπεδείας, συστραφέντες ἐπιτίθενται τῷ χάρακι. καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἠνάγκασαν φυ12 γεῖν αἰσχρῶς ὑπὸ τὰ τείχη καὶ τὰς πύλας: ἐκυρίευσαν δὲ τῆς ἀποσκευῆς ἁπάσης καὶ τῆς τῶν πολιορκουμένων παρασκευῆς: ἣν Ἄννων πρὸς τοῖς ἄλλοις ἐκκομίσας ἐκ τῆς πόλεως ἐποίησε τοῖς ἐχθροῖς 13 ὑποχείριον. οὐ μόνον δὲ περὶ τοῦτον τὸν καιρὸν οὕτως ἀνεστράφη νωθρῶς, ἀλλὰ καὶ μετ᾽ ὀλίγας ἡμέρας περὶ τὴν καλουμένην Γόρζαν ἀντιστρατοπεδευσάντων αὐτῷ τῶν πολεμίων, λαβὼν καιροὺς δὶς μὲν ἐκ παρατάξεως εἰς τὸ νικᾶν, δὶς δ᾽ ἐξ ἐπι14 θέσεως, ἅτε καὶ στρατοπεδευόντων σύνεγγυς αὐτῷ τῶν ὑπεναντίων, ἀμφοτέρους δοκεῖ τούτους εἰκῇ καὶ παραλόγως προέσθαι. 75 Διόπερ οἱ Καρχηδόνιοι, θεωροῦντες αὐτὸν κακῶς χειρίζοντα τὰς πράξεις, Ἀμίλκαν τὸν ἐπικαλού2 μενον Βάρκαν αὖθις προεστήσαντο, καὶ τοῦτον ἐξέπεμπον εἰς τὸν ἐνεστῶτα πόλεμον στρατηγόν, δόντες ἑβδομήκοντα μὲν ἐλέφαντας καὶ τοὺς ἐπισυνηγμένους τῶν μισθοφόρων καὶ τοὺς ηὐτομοληκότας ἀπὸ τῶν πολεμίων, ἅμα δὲ τούτοις πολιτικοὺς ἱππεῖς καὶ πεζούς, ὥστε τοὺς σύμπαντας εἰς μυρίους 3 ὑπάρχειν. ὃς κατὰ τὴν πρώτην εὐθέως ἔξοδον καταπληξάμενος τῷ παραδόξῳ τῆς ἐπιβολῆς ἥττησε μὲν τὰς ψυχὰς τῶν ὑπεναντίων, ἔλυσε δὲ τὴν τῆς Ἰτύκης πολιορκίαν, ἐφάνη δ᾽ ἄξιος τῶν προγεγονότων ἔργων καὶ τῆς παρὰ τῷ πλήθει προσδοκίας. 4 τὸ δὲ πραχθὲν ἦν ὑπ᾽ αὐτοῦ περὶ τὴν χρείαν ταύ-