Textus Originalis

THE HISTORIES OF POLYBIUS

11 Τότε μὲν οὖν ψιλῶς αὐτὰ τὰ κατὰ τὴν προαίρεσιν ὑπῆρχε παρ᾽ αὐτοῖς· ἀποτέλεσμα δ᾽ ἢ πρᾶξις ἀξιόλογος πρὸς αὔξησιν τῶν ἰδίων ἀνήκουσα 12 πραγμάτων οὐκ ἐγίνετο, τῷ μὴ δύνασθαι φῦναι προστάτην ἄξιον τῆς προαιρέσεως, ἀεὶ δὲ τὸν ὑποδείξαντα ποτὲ μὲν ὑπὸ τῆς Λακεδαιμονίων ἀρχῆς ἐπισκοτεῖσθαι καὶ κωλύεσθαι, ποτὲ δὲ μᾶλλον ὑπὸ 40 τῆς Μακεδόνων. ἐπεὶ δέ ποτε σὺν καιρῷ προστάτας ἀξιόχρεως εὗρε, ταχέως τὴν αὑτῆς δύναμιν ἐποίησε φανεράν, ἐπιτελεσαμένη τὸ κάλλιστον ἔρ2 γον, τὴν Πελοποννησίων ὁμόνοιαν. ἧς ἀρχηγὸν μὲν καὶ καθηγεμόνα τῆς ὅλης ἐπιβολῆς Ἄρατον νομιστέον τὸν Σικυώνιον, ἀγωνιστὴν δὲ καὶ τελεσιουργὸν τῆς πράξεως Φιλοποίμενα τὸν Μεγαλοπολίτην, βεβαιωτὴν δὲ τοῦ μόνιμον αὐτὴν ἐπὶ ποσὸν γενέσθαι Λυκόρταν καὶ τοὺς ταὐτὰ τούτῳ προελομέ3 νους ἄνδρας. τίνα δ᾽ ἦν ἑκάστοις τὰ πραχθέντα καὶ πῶς καὶ κατὰ ποίους καιροὺς πειρασόμεθα δηλοῦν, ἀεὶ κατὰ τὸ πρέπον τῇ γραφῇ ποιούμενοι τὴν 4 ἐπίστασιν. τῶν μέντοι γ᾽ Ἀράτῳ διῳκημένων καὶ νῦν καὶ μετὰ ταῦτα πάλιν ἐπικεφαλαιούμενοι μνησθησόμεθα διὰ τὸ καὶ λίαν ἀληθινοὺς καὶ σαφεῖς ἐκεῖνον περὶ τῶν ἰδίων συντεταχέναι πράξεων ὑπο5 μνηματισμούς, τῶν δὲ τοῖς ἄλλοις ἀκριβεστέραν καὶ μετὰ διαστολῆς ποιησόμεθα τὴν ἐξήγησιν. ὑπολαμβάνω δὲ ῥᾴστην ἐμοί τ᾽ ἂν γενέσθαι τὴν διήγησιν καὶ τοῖς ἐντυγχάνουσιν εὐπαρακολούθητον τὴν μάθησιν, εἰ ποιησαίμεθα τὴν ἐπίστασιν ἀπὸ τούτων τῶν καιρῶν, ἐν οἷς κατὰ πόλιν διαλυθέντος τοῦ τῶν Ἀχαιῶν ἔθνους ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων ἀρχὴ πάλιν ἐγένετο καὶ σύννευσις τῶν πόλεων 6 πρὸς ἀλλήλας. ἀφ᾽ ἧς αὐξανόμενον κατὰ τὸ συν-