Textus Originalis
εχὲς τὸ ἔθνος εἰς ταύτην ἦλθε τὴν συντέλειαν, ἐν ᾗ καθ᾽ ἡμᾶς ἦν, ὑπὲρ ἧς κατὰ μέρος ἀρτίως εἶπον. 41 Ὀλυμπιὰς μὲν ἦν εἰκοστὴ καὶ τετάρτη πρὸς ταῖς ἑκατόν, ὅτε Πατρεῖς ἤρξαντο συμφρονεῖν καὶ Δυ2 μαῖοι, καιροὶ δὲ καθ᾽ οὓς Πτολεμαῖος ὁ Λάγου καὶ Λυσίμαχος, ἔτι δὲ Σέλευκος καὶ Πτολεμαῖος ὁ Κεραυνὸς μετήλλαξαν τὸν βίον. πάντες γὰρ οὗτοι περὶ τὴν προειρημένην ὀλυμπιάδα τὸ ζῆν ἐξέλιπον. 3 τοὺς μὲν οὖν ἀνώτερον τούτων χρόνους τοιαύτη 4 τις ἦν ἡ περὶ τὸ προειρημένον ἔθνος διάθεσις. ἀπὸ γὰρ Τισαμενοῦ βασιλευθέντες, ὃς ἦν Ὀρέστου μὲν υἱός, κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον ἐκπεσὼν τῆς Σπάρτης κατέσχε τοὺς περὶ Ἀχαΐαν τόπους, 5 ἀπὸ τούτου κατὰ τὸ συνεχὲς καὶ κατὰ τὸ γένος ἕως Ὠγύγου βασιλευθέντες, μετὰ ταῦτα δυσαρεστήσαντες τοῖς τοῦ προειρημένου παισὶν ἐπὶ τῷ μὴ νομίμως, ἀλλὰ δεσποτικῶς αὐτῶν ἄρχειν, μετέστησαν εἰς 6 δημοκρατίαν τὴν πολιτείαν. λοιπὸν ἤδη τοὺς ἑξῆς χρόνους μέχρι τῆς Ἀλεξάνδρου καὶ Φιλίππου δυναστείας ἄλλοτε μὲν ἄλλως ἐχώρει τὰ πράγματ᾽ αὐτοῖς κατὰ τὰς περιστάσεις, τό γε μὴν κοινὸν πολίτευμα, καθάπερ εἰρήκαμεν, ἐν δημοκρατίᾳ συνέχειν ἐπει7 ρῶντο. τοῦτο δ᾽ ἦν ἐκ δώδεκα πόλεων, ἃς ἔτι καὶ νῦν συμβαίνει διαμένειν, πλὴν Ὠλένου καὶ Ἑλίκης τῆς πρὸ τῶν Λευκτρικῶν ὑπὸ τῆς θαλάττης καταποθείσης· 8 αὗται δ᾽ εἰσὶ Πάτραι, Δύμη, Φαραί, Τριταία, Λεόντιον, Αἴγιον, Αἴγειρα, Πελλήνη, 9 Βοῦρα, Καρύνεια. κατὰ δὲ τοὺς ὑστέρους μὲν τῶν κατ᾽ Ἀλέξανδρον καιρῶν, προτέρους δὲ τῆς ἄρτι ῥηθείσης ὀλυμπιάδος, εἰς τοιαύτην διαφορὰν καὶ καχεξίαν ἐνέπεσον, καὶ μάλιστα διὰ τῶν ἐκ Μακε-