Textus Originalis
δονίας βασιλέων, ἐν ᾗ συνέβη πάσας τὰς πόλεις χωρισθείσας ἀφ᾽ αὑτῶν ἐναντίως τὸ συμφέρον 10 ἄγειν ἀλλήλαις. ἐξ οὗ συνέπεσε τὰς μὲν ἐμφρούρους αὐτῶν γενέσθαι διά τε Δημητρίου καὶ Κασσάνδρου, καὶ μετὰ ταῦτα δι᾽ Ἀντιγόνου τοῦ Γονατᾶ, τὰς δὲ καὶ τυραννεῖσθαι· πλείστους γὰρ δὴ μονάρ11 χους οὗτος ἐμφυτεῦσαι δοκεῖ τοῖς Ἕλλησι. περὶ δὲ τὴν εἰκοστὴν καὶ τετάρτην ὀλυμπιάδα πρὸς ταῖς ἑκατόν, καθάπερ ἐπάνω προεῖπον, αὖθις ἤρξαντο μετανοήσαντες συμφρονεῖν. ταῦτα δ᾽ ἦν κατὰ τὴν 12 Πύρρου διάβασιν εἰς Ἰταλίαν. καὶ πρῶτοι μὲν συνέστησαν Δυμαῖοι, Πατρεῖς, Τριταιεῖς, Φαραιεῖς· διόπερ οὐδὲ στήλην ὑπάρχειν συμβαίνει τῶν πόλεων 13 τούτων περὶ τῆς συμπολιτείας. μετὰ δὲ ταῦτα μάλιστά πως ἔτει πέμπτῳ τὴν φρουρὰν ἐκβαλόντες Αἰγιεῖς μετέσχον τῆς συμπολιτείας· ἑξῆς δὲ τούτοις 14 Βούριοι, τὸν τύραννον ἀποκτείναντες. ἅμα δὲ τούτοις Καρυνεῖς ἀποκατέστησαν. συνιδὼν γὰρ Ἰσέας ὁ τῆς Καρυνείας τότε τυραννεύων ἐκπεπτωκυῖαν μὲν ἐξ Αἰγίου τὴν φρουράν, ἀπολωλότα δὲ τὸν ἐν τῇ Βούρᾳ μόναρχον διὰ Μάργου καὶ τῶν Ἀχαιῶν, ἑαυτὸν δὲ πανταχόθεν ὁρῶν ὅσον οὐκ ἤδη πολε15 μηθησόμενον, ἀποθέμενος τὴν ἀρχὴν καὶ λαβὼν τὰ πιστὰ παρὰ τῶν Ἀχαιῶν ὑπὲρ τῆς ἀσφαλείας προσέθηκε τὴν πόλιν πρὸς τὸ τῶν Ἀχαιῶν σύστημα. 42 Τίνος οὖν χάριν ἐπὶ τοὺς χρόνους τούτους ἀνέδραμον; ἵνα πρῶτον μὲν γένηται συμφανὲς πῶς καὶ κατὰ ποίους καιροὺς καὶ τίνες πρῶτοι τῶν ἐξ ἀρχῆς Ἀχαιῶν αὖθις ἐποιήσαντο τὴν ἐπιβολὴν τῆς 2 νῦν συστάσεως, δεύτερον δ᾽ ἵνα καὶ τὰ τῆς προαιρέσεως μὴ μόνον διὰ τῆς ἡμετέρας ἀποφάσεως, ἀλλὰ