Textus Originalis
22 Οἱ δὲ Ῥωμαῖοι μετὰ ταῦτα συνεγγίσαντες τοῖς κατὰ τὴν Σικελίαν τόποις, καὶ συνέντες τὸ γεγονὸς σύμπτωμα περὶ τὸν Γνάιον, παραυτίκα μὲν διεπέμποντο πρὸς Γάιον Δίλιον τὸν ἡγούμενον τῆς πεζῆς δυνάμεως, καὶ τοῦτον ἀνέμενον, ἅμα 2 ἀκούοντες οὐ μακρὰν εἶναι τὸν τῶν πολεμίων στόλον, ἐγίνοντο πρὸς παρασκευὴν τοῦ ναυμαχεῖν. 3 ὄντων δὲ τῶν πλοίων φαύλων ταῖς κατασκευαῖς καὶ δυσκινήτων, ὑποτίθεταί τις αὐτοῖς βοήθημα πρὸς τὴν μάχην τοὺς ἐπικληθέντας μετὰ ταῦτα κόρακας 4 ὧν συνέβαινε τὴν κατασκευὴν εἶναι τοιαύτην. στῦλος ἐν πρώρρᾳ στρογγύλος εἱστήκει, μῆκος μὲν ὀργυιῶν τεττάρων, κατὰ δὲ τὸ πλάτος τριῶν παλαι5 στῶν ἔχων τὴν διάμετρον. οὗτος αὐτὸς μὲν ἐπὶ τῆς κορυφῆς τροχιλίαν εἶχε, περιετίθετο δ᾽ αὐτῷ κλῖμαξ ἐπικαρσίαις σανίσι καθηλωμένη, πλάτος μὲν 6 ποδῶν τεττάρων, τὸ δὲ μῆκος ἕξ ὀργυιῶν. τὸ δὲ τρῆμα τοῦ σανιδώματος ἦν παράμηκες καὶ περιέβαινε περὶ τὸν στῦλον μετὰ τὰς πρώτας εὐθέως τῆς κλίμακος δύ᾽ ὀργυιάς. εἶχε δὲ καὶ δρύφακτον αὕτη παρ᾽ ἑκατέραν τὴν ἐπιμήκη πλευρὰν εἰς γόνυ τὸ 7 βάθος. ἐπὶ δὲ τοῦ πέρατος αὐτοῦ προσήρμοστο σιδηροῦν οἷον ὕπερον ἀπωξυσμένον, ἔχον δακτύλιον ἐπὶ τῆς κορυφῆς, ὡς τὸ ὅλον φαίνεσθαι παραπλή8 σιον ταῖς σιτοποιϊκαῖς μηχανήσεσιν. εἰς δὲ τοῦτον τὸν δακτύλιον ἐνεδέδετο κάλως, ᾧ κατὰ τὰς ἐμβολὰς τῶν πλοίων ἐξαίροντες τοὺς κόρακας διὰ τῆς ἐν τῷ στύλῳ τροχιλίας ἀφίεσαν ἐπὶ τὸ κατάστρωμα τῆς ἀλλοτρίας νεὼς ποτὲ μὲν κατὰ πρῶρραν, ποτὲ δ᾽ ἀντιπεριάγοντες <εἰς> τὰς ἐκ τῶν πλαγίων