Textus Originalis
9 προσπιπτούσας ἐμβολάς. ὅτε δὲ ταῖς σανίσι τῶν καταστρωμάτων ἐμπαγέντες οἱ κόρακες ὁμοῦ συνδήσαιεν τὰς ναῦς, εἰ μὲν πλάγιαι παραβάλοιεν ἀλλήλαις, πανταχόθεν ἐπεπήδων, εἰ δὲ κατὰ πρῶρραν, δι᾽ αὐτοῦ τοῦ κόρακος ἐπὶ δύο συνεχεῖς ἐποιοῦν10 το τὴν ἔφοδον: ὧν οἱ μὲν ἡγούμενοι τὴν κατὰ πρόσωπον ἐπιφάνειαν ἐσκέπαζον ταῖς τῶν θυρεῶν προβολαῖς, οἱ δ᾽ ἑπόμενοι τὰς ἐκ τῶν πλαγίων ἠσφάλιζον πλευρὰς ὑπὲρ τὸν δρύφακτον ὑπερτιθέ11 μενοι τὰς ἴτυς τῶν ὅπλων. οὗτοι μὲν οὖν τοιαύτῃ κεχρημένοι παρασκευῇ καιρὸν ἐπετήρουν πρὸς ναυμαχίαν. 23 Ὁ δὲ Γάιος Δίλιος ὡς θᾶττον ἔγνω τὴν περιπέτειαν τοῦ τῆς ναυτικῆς δυνάμεως ἡγουμένου, παραδοὺς τὰ πεζικὰ στρατόπεδα τοῖς χιλιάρχοις 2 αὐτὸς διεκομίσθη πρὸς τὸν στόλον. πυθόμενος δὲ τοὺς πολεμίους πορθεῖν τὴν Μυλαῖτιν χώραν, ἐπιπλεῖ 3 στόλῳ παντί. συνιδόντες δ᾽ οἱ Καρχηδόνιοι μετὰ χαρᾶς καὶ σπουδῆς ἀνήγοντο ναυσὶν ἑκατὸν καὶ τριάκοντα, καταφρονοῦντες τῆς ἀπειρίας τῶν Ῥωμαίων, καὶ πάντες ἔπλεον ἀντίπρωρροι τοῖς πολεμίοις, οὐδὲ τάξεως καταξιώσαντες τὸν κίνδυνον, ἀλλ᾽ 4 ὡς ἐπὶ λείαν τινὰ πρόδηλον. ἡγεῖτο δ᾽ Ἀννίβας αὐτῶν—οὗτος δ᾽ ἦν ὁ τὰς δυνάμεις ἐκκλέψας νυκτὸς ἐκ τῆς τῶν Ἀκραγαντίνων πόλεως—ἔχων ἑπτήρη 5 τὴν γενομένην Πύρρου τοῦ βασιλέως. ἅμα δὲ τῷ πλησιάζειν συνθεωροῦντες ἀνανενευκότας τοὺς κόρακας ἐν ταῖς ἑκάστων πρώρραις, ἐπὶ ποσὸν μὲν ἠπόρουν οἱ Καρχηδόνιοι, ξενιζόμενοι ταῖς τῶν ὀργάνων κατασκευαῖς: οὐ μὴν ἀλλὰ τελέως κατεγνωκότες τῶν ἐναντίων ἐνέβαλον οἱ πρῶτοι 6 πλέοντες τετολμηκότως. τῶν δὲ συμπλεκομένων