Textus Originalis
εσχηκότα καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς ἔχοντα 2 σύμμετρον. ὃς διακούσας τὸ γεγονὸς ἐλάττωμα καὶ πῶς καὶ τίνι τρόπῳ γέγονε, καὶ συνθεωρήσας τάς τε λοιπὰς παρασκευὰς τῶν Καρχηδονίων καὶ τὸ πλῆθος τῶν ἱππέων καὶ τῶν ἐλεφάντων, παραυτίκα συνελογίσατο καὶ πρὸς τοὺς φίλους ἐνεφάνισε διότι συμβαίνει τοὺς Καρχηδονίους οὐχ ὑπὸ Ῥωμαίων, αὐτοὺς δ᾽ ὑφ᾽ αὑτῶν ἡττᾶσθαι διὰ τὴν ἀπειρίαν 3 τῶν ἡγουμένων. ταχὺ δὲ διὰ τὴν περίστασιν τῶν τοῦ Ξανθίππου λόγων διαδοθέντων εἰς τὰ πλήθη καὶ τοὺς στρατηγούς, ἔγνωσαν οἱ προεστῶτες ἀνα4 καλεῖσθαι καὶ πεῖραν αὐτοῦ λαμβάνειν. ὁ δὲ παραγενόμενος εἰς τὰς χεῖρας ἔφερε τοῖς ἄρχουσι τοὺς ἀπολογισμοὺς καὶ παρὰ τί νῦν σφαλείησαν, καὶ διότι πεισθέντες αὐτῷ καὶ χρησάμενοι τοῖς ἐπιπέδοις τῶν τόπων ἔν τε ταῖς πορείαις καὶ στρατοπεδείαις καὶ παρατάξεσιν εὐχερῶς ἑαυτοῖς τε τὴν ἀσφάλειαν δυνήσονται παρασκευάζειν καὶ τοὺς ὑπ5 εναντίους νικᾶν. οἱ δὲ στρατηγοὶ δεξάμενοι τὰ λεγόμενα καὶ πεισθέντες αὐτῷ παραχρῆμα τὰς δυ6 νάμεις ἐνεχείρισαν. ἦν μὲν οὖν καὶ κατὰ ταύτην τὴν παρὰ τοῦ Ξανθίππου διαδιδομένην φωνὴν ὁ θροῦς καὶ λαλιά τις εὔελπις παρὰ τοῖς πολλοῖς: 7 ὡς δ᾽ ἐξαγαγὼν πρὸ τῆς πόλεως τὴν δύναμιν ἐν κόσμῳ παρενέβαλε καί τι καὶ κινεῖν τῶν μερῶν ἐν τάξει καὶ παραγγέλλειν κατὰ νόμους ἤρξατο, τηλικαύτην ἐποίει διαφορὰν παρὰ τὴν τῶν πρότερον στρατηγῶν ἀπειρίαν ὥστε μετὰ κραυγῆς ἐπισημαίνεσθαι τοὺς πολλοὺς καὶ σπεύδειν ὡς τάχιστα συμβαλεῖν τοῖς πολεμίοις, πεπεισμένους μηδὲν ἂν 8 παθεῖν δεινὸν ἡγουμένου Ξανθίππου. τούτων δὲ