Textus Originalis
γινομένων οἱ στρατηγοὶ συνιδόντες τοὺς ὄχλους ἀνατεθαρρηκότας παραδόξως ταῖς ψυχαῖς, παρακαλέσαντες αὐτοὺς τὰ πρέποντα τῷ καιρῷ, μετ᾽ ὀλίγας 9 ἡμέρας ὥρμησαν ἀναλαβόντες τὴν δύναμιν. αὕτη ἦν πεζοὶ μὲν εἰς μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακισχίλιοι, τὸ δὲ τῶν ἐλεφάντων πλῆθος ἔγγιστά που τῶν ἑκατόν. 33 Οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις τῶν χωρίων, κατ᾽ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι διετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς 2 πολεμίοις. συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες 3 τῶν ὑπεναντίων. τῇ δὲ κατὰ πόδας οἱ μὲν προεστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί 4 πρακτέον εἴη κατὰ τὸ παρόν: οἱ δὲ πολλοὶ προθύμως ἔχοντες πρὸς τὸν κίνδυνον, συστρεφόμενοι κατὰ μέρη καὶ κατ᾽ ὄνομα τὸν Ξάνθιππον ἀναβοῶν5 τες ἐξάγειν σφᾶς ᾤοντο δεῖν τὴν ταχίστην. οἱ δὲ στρατηγοὶ τήν τε τῶν ὄχλων ὁρμὴν καὶ προθυμίαν θεωροῦντες, ἅμα δὲ καὶ τοῦ Ξανθίππου διαμαρτυρομένου μὴ παριέναι τὸν καιρόν, παρήγγειλαν τῷ μὲν πλήθει διασκευάζεσθαι, τῷ δὲ Ξανθίππῳ χρῆσθαι τοῖς πράγμασιν ἐπέτρεψαν ὥς ποτ᾽ αὐτῷ δοκεῖ 6 συμφέρειν. ὁ δὲ λαβὼν τὴν ἐξουσίαν, τοὺς μὲν ἐλέφαντας ἐξαγαγὼν ἐφ᾽ ἕνα πρὸ πάσης τῆς δυνάμεως ἐν μετώπῳ κατέστησε, τὴν δὲ φάλαγγα τῶν Καρχηδονίων ἐν ἀποστήματι συμμέτρῳ τούτοις κατ7 όπιν ἐπέστησε. τῶν δὲ μισθοφόρων τοὺς μὲν ἐπὶ τὸ δεξιὸν κέρας παρενέβαλε, τοὺς δ᾽ εὐκινητοτάτους ὁμοῦ τοῖς ἱππεῦσιν ἑκατέρου τοῦ κέρατος προέστη-