Textus Originalis

THE HISTORIES OF POLYBIUS

8 σεν. οἱ δὲ Ῥωμαῖοι συνιδόντες παραταττομένους 9 τοὺς ὑπεναντίους ἀντεξήεσαν ἑτοίμως. καταπληττόμενοι δὲ καὶ προορώμενοι τὴν τῶν ἐλεφάντων ἔφοδον, προθέμενοι τοὺς γροσφομάχους πολλὰς ἐπ᾽ ἀλλήλαις κατόπιν ἵστασαν σημείας, τοὺς δ᾽ ἱππεῖς 10 ἐμέρισαν ἐφ᾽ ἑκάτερον τὸ κέρας. τὴν δὲ σύμπασαν τάξιν βραχυτέραν μὲν ἢ πρόσθεν, βαθυτέραν δὲ ποιήσαντες, τῆς μὲν πρὸς τὰ θηρία μάχης δεόντως ἦσαν ἐστοχασμένοι, τῆς δὲ πρὸς τοὺς ἱππεῖς, πολλαπλασίους ὄντας τῶν παρ᾽ αὐτοῖς, ὁλοσχερῶς ἠστό11 χησαν. ἐπεὶ δ᾽ ἀμφότεροι κατὰ τὰς ἑαυτῶν προαιρέσεις καὶ καθόλου καὶ κατὰ μέρος ἑκάστους ἔθηκαν εἰς τὰς ἁρμοζούσας τάξεις, ἔμενον ἐν κόσμῳ, καραδοκοῦντες τὸν καιρὸν τῆς ἀλλήλων ἐπιθέσεως. 34 ἅμα δὲ τῷ τὸν Ξάνθιππον τοῖς μὲν ἐπὶ τῶν θηρίων παραγγεῖλαι προάγειν καὶ διασπᾶν τὰς τῶν ὑπεναντίων τάξεις, τοῖς δ᾽ ἱππεῦσιν ἐφ᾽ ἑκατέρου τοῦ κέρατος κυκλοῦν καὶ προσβάλλειν τοῖς πολεμί2 οις, τότε δὴ καὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον κατὰ τὰ παρ᾽ αὐτοῖς ἔθη συνεψόφησαν τοῖς ὅπλοις καὶ 3 συναλαλάξαντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους. οἱ μὲν οὖν ἱππεῖς τῶν Ῥωμαίων ταχέως ἀφ᾽ ἑκατέρων τῶν κεράτων ἔφυγον, διὰ τὸ πολλαπλασίους εἶναι 4 τοὺς Καρχηδονίους. τῶν δὲ πεζῶν οἱ ταχθέντες ἐπὶ τοῦ λαιοῦ κέρως, ἅμα μὲν ἐκκλίνοντες τὴν τῶν θηρίων ἔφοδον, ἅμα δὲ καταφρονοῦντες τῶν μισθοφόρων, ὥρμησαν ἐπὶ τὸ δεξιὸν κέρας τῶν Καρχηδονίων: τρεψάμενοι δὲ τούτους ἐπέκειντο καὶ κατεδίωκον 5 αὐτοὺς ἕως εἰς τὸν χάρακα. τῶν δὲ κατὰ τοὺς ἐλέφαντας ταχθέντων οἱ μὲν πρῶτοι συμπεσόντες ὑπὸ τῆς βίας τῶν ζῴων ἐξωθούμενοι καὶ καταπατούμενοι σωρηδὸν ἐν χειρῶν νόμῳ διεφθείροντο,