Textus Originalis
I 59. 60. 103
τι περὶ τοὺς λῃστάς, οὔτε ϑανατώσας τοὺς ἐνόχους οὔτε ὁλοσχερῶς ἀφεὶς ἀτιμωρήτους: συναγαγὼν γὰρ ἐξ ἁπάσης τῆς χώρας τοὺς ἐν ἐγκλήμασιν ὄντας κακουργίας, καὶ τὴν διάγνωσιν αὐτῶν δικαιοτάτην ποιησάμενος, ἤϑροισεν ἅπαντας τοὺς καταδεδικασμένους, ἀποτεμὼν δ᾽ αὐτῶν τοὺς μυκτῆρας κατῴκισεν ἐν τοῖς ἐσχάτοις τῆς ἐρήμου [χώρας], κτίσας πόλιν τὴν ἀπὸ τοῦ συμπτώματος τῶν οἰκητόρων Ῥινοκόλουρα προσαγορευϑεῖσαν. αὕτη δὲ κειμένη πρὸς τοῖς μεϑορίοις τῆς Αἰγύπτου καὶ Συρίας οὐ μακρὰν τοῦ παρήκοντος αἰγιαλοῦ πάντων σχεδὸν τῶν πρὸς ἀνϑρωπίνην δίαιταν ἀνηκόντων ἐστέρηται: περιέχει μὲν γὰρ αὐτὴν χώρα πλήρης ἁλμυρίδος, ἐντὸς δὲ τοῦ τείχους ὀλίγον ἐστὶν ὕδωρ ἐν φρέασι, καὶ τοῦτο διεφϑαρμένον καὶ παντελῶς τῇ γεύσει πικρόν. κατῴκισε δ᾽ αὐτοὺς εἰς ταύτην τὴν χώραν, ὅπως μήτε τοὺς ἐξ ἀρχῆς ἐπιτηδευϑέντας βίους διατηροῦντες λυμαίνωνται τοὺς μηδὲν ἀδικοῦντας, μήτε κατὰ τὰς πρὸς τοὺς ἄλλους ἐπιμιξίας ἀγνοούμενοι λανϑάνωσιν. ἀλλ᾽ ὅμως ἐκριφέντες εἰς χώραν ἔρημον καὶ πάντων σχεδὸν τῶν χρησίμων ἄπορον ἐπενόησαν βίον οἰκεῖον τῆς περὶ αὐτοὺς ἐνδείας, ἀναγκαζούσης τῆς φύσεως πρὸς τὴν ἀπορίαν πάντα μηχανᾶσϑαι. καλάμην γὰρ κείροντες ἐκ τῆς ὁμόρου χώρας, καὶ ταύτην σχίζοντες, λίνα παραμήκη κατεσκεύαζον, ταῦτα δὲ παρὰ τὸν αἰγιαλὸν ἐπὶ πολλοὺς σταδίους ἱστάντες τὰς ϑήρας τῶν ὀρτύγων ἐποιοῦντο: φέρονται γὰρ οὗτοι κατ᾽ ἀγέλας 4 κακουργίας om. II 7 χώρας om. D. 9 ῥινοκολοῦραν D, ῥινοκουρούραν CF ... 24 γὰρ] μὲν γὰρ vulg.