Textus Originalis
104 DIODORI SICULI
ἐκ τοῦ πελάγους, ὧν ϑηρεύοντες πλῆϑος ἱκανὸν παρεσκευάζοντο τὰς τροφάς. Ἀκτισάνου δὲ τοῦ βασιλέως τελευτήσαντος ἀνεκτήσαντο τὴν ἀρχὴν οἱ Αἰγύπτιοι, καὶ κατέστησαν ἐξ ἑαυτῶν βασιλέα Μένδην, ὃν ἔνιοι Μάρρον προσαγορεύουσιν. οὗτος δὲ πολεμικὴν μὲν πρᾶξιν οὐδ᾽ ἡντινοῦν συνετελέσατο, τάφον δὲ ἑαυτῷ κατεσκεύασε τὸν ὀνομαζόμενον Λαβύρινϑον, οὐχ οὕτω τῷ μεγέϑει τῶν ἔργων ϑαυμαστόν, ὡς τῇ φιλοτεχνίᾳ δυσμίμητον: ὁ γὰρ εἰσελϑὼν εἰς αὐτόν, οὐ ῥᾴδιον δυναμένου τὴν ἔξοδον εὑρεῖν, ἠπορεῖτο, περιπλακῶν ποικίλαις καὶ δυσεκλύτοις καμπαῖς. τούτου δὲ τοῦ κατασκευάσματος Δαίδαλον φασιν εἰς Κρήτην παραβαλόντα μιμήσασϑαι τὸν Λαβύρινϑον τὸν ἐν ᾧ φασι Μινώταυρον μυϑολογούμενον ἀποκεκλεῖσϑαι. ἀλλ᾽ ὁ μὲν ἐν Κρήτῃ Λαβύρινϑος ἠφανίσϑη, εἴτε δυνάστου τινὸς εἴτε χρόνου λυμηναμένου τὸ ἔργον: ὁ δὲ κατ᾽ Αἴγυπτον ἀκέραιος διετήρησε τὴν ὅλην κατασκευὴν μέχρι τοῦ καθ᾽ ἡμᾶς βίου. Μετὰ δὲ τὴν τούτου τελευτὴν γενομένης ἀναρχίας ἐπὶ πέντε γενεὰς ἀνεδείχϑη βασιλεὺς ἄνϑρωπος μὲν ἄσημος, ὄνομα δὲ Κέτης, ὃν οἱ Ἕλληνες Πρωτέα καλοῦσι. τοῦτον δὲ γεγονέναι κατὰ τὸν Ἰλιακὸν πόλεμον παραδεδόσϑαι, ὄντα τῶν μὲν περὶ μαγανείας ἐμπείρων, ἐξ ὁμιλίας δὲ τῶν ἄστρων εἰωϑότα μεταλαμβάνειν: ἐξ ὧν ἔϑος εἶναι τοῖς ἱερεῦσιν ἐκ τῶν ἐν τούτοις ἀναγραφῶν πυνϑανό- 14 μιμήσασϑαι D, μιμησάμενον CF 15 ἀποκλείσϑαι D 23 ὃν — καλοῦσι del. Hertlein 24 παραδέδοται D.