Textus Originalis

I 61. 62. 63. 105

I 61. 62. 63. 105

πους, ὁτὲ δὲ εἰς δένδρον ἢ πῦρ ἤ τι τῶν ἄλλων, ὁμολογούμενα τούτοις συμβαίνει καὶ τοὺς ἱερεῖς λέγειν περὶ αὐτοῦ. ἐκ μὲν γὰρ τῆς μετὰ τῶν ἀστρολόγων συμβιώσεως, ἣν ἐποιεῖτο συνεχῶς, ἐμπειρίαν ἐσχηκέναι τὸν βασιλέα τῶν τοιούτων, ἐκ δὲ τοῦ νομίμου τοῦ παραδεδομένου τοῖς βασιλεῦσι τὸ περὶ τὰς μεταβολὰς τῆς ἰδέας μυϑολογηϑῆναι παρὰ τοῖς Ἕλλησιν. ἐν ἔϑει γὰρ εἶναι τοῖς κατ᾽ Αἴγυπτον δυνάσταις περιτίϑεσϑαι περὶ τὴν κεφαλὴν λεόντων καὶ ταύρων καὶ δρακόντων προτομάς, σημεῖα τῆς ἀρχῆς: καὶ ποτὲ μὲν δένδρα, ποτὲ δὲ πῦρ, ἔστι δ᾽ ὅτε καὶ ϑυμιαμάτων εὐωδῶν ἔχειν ἐπὶ τῆς κεφαλῆς οὐκ ὀλίγα, καὶ διὰ τούτων ἅμα μὲν ἑαυτοὺς εἰς εὐπρέπειαν κοσμεῖν, ἅμα δὲ τοὺς ἄλλους εἰς κατάπληξιν ἄγειν καὶ δεισιδαίμονα διάϑεσιν. Μετὰ δὲ τὴν Πρωτέως τελευτὴν διαδεξάμενος τὴν βασιλείαν ὁ υἱὸς Ῥέμφις διετέλεσε πάντα τὸν τοῦ ζῆν χρόνον ἐπιμελόμενος τῶν προσόδων καὶ σωρεύων πανταχόϑεν τὸν πλοῦτον, διὰ δὲ μικροψυχίαν καὶ φιλαργυρίαν ἤϑους οὔτε εἰς ἀναϑήματα ϑεῶν οὔτ᾽ εἰς εὐεργεσίαν ἀνϑρώπων οὐδὲν ἀνήλωσε. διὸ καὶ γενόμενος οὐ βασιλεὺς ἀλλ᾽ οἰκονόμος ἀγαϑὸς ἀντὶ τῆς ἐπ᾽ ἀρετῇ δόξης ἀπέλιπε πλεῖστα χρήματα τῶν πρὸ αὐτοῦ βασιλευσάντων: ἀργύρου γὰρ καὶ χρυσοῦ παραδίδοται συναγαγεῖν αὐτὸν εἰς τετταράκοντα μυριάδας ταλάντων. Τούτου δὲ τελευτήσαντος ἐπὶ γενεὰς ἑπτὰ διεδέξαντο τὴν ἀρχὴν βασιλεῖς ἀργοὶ παντελῶς καὶ 2 τούτοις om. II. 20 ἤϑους del. Reiske 24 ἀργυρίου D.