Textus Originalis

106 DIODORI SICULI

106 DIODORI SICULI

πρὸς ἄνεσιν καὶ τρυφὴν ἅπαντα πράττοντες. διόπερ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὐδὲν αὐτῶν ἔργον πολυτελὲς οὐδὲ πρᾶξις ἱστορίας ἀξία παραδέδοται πλὴν ἑνὸς Νειλέως, ἀφ᾽ οὗ συμβαίνει τὸν ποταμὸν ὀνομασϑῆναι Νεῖλον, τὸ πρὸ τοῦ καλούμενον Αἴγυπτον: οὗτος δὲ πλείστας εὐκαίρους διώρυχας κατασκευάσας καὶ πολλὰ περὶ τὴν εὐχρηστίαν τοῦ Νείλου φιλοτιμηϑεὶς αἴτιος κατέστη τῷ ποταμῷ ταύτης τῆς προσηγορίας. Ὄγδοος δὲ βασιλεὺς γενόμενος Χέμμις ὁ Μεμφίτης ἦρξε μὲν ἔτη πεντήκοντα, κατεσκεύασε δὲ τὴν μεγίστην τῶν τριῶν πυραμίδων τῶν ἐν τοῖς ἑπτὰ τοῖς ἐπιφανεστάτοις ἔργοις ἀριϑμουμένων. αὗται δὲ κείμεναι κατὰ τὴν Λιβύην τῆς Μέμφεως ἀπέχουσι σταδίους ἑκατὸν καὶ εἴκοσι, τοῦ δὲ Νείλου πέντε πρὸς τοῖς τετταράκοντα, τῷ δὲ μεγέϑει τῶν ἔργων καὶ τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ ϑαυμαστήν τινα κατάπληξιν παρέχονται τοῖς ϑεωμένοις. ἡ μὲν γὰρ μεγίστη τετράπλευρος οὖσα τῷ σχήματι τὴν ἐπὶ τῆς βάσεως πλευρὰν ἑκάστην ἔχει πλέϑρων ἑπτά, τὸ δ᾽ ὕψος πλέον τῶν ἓξ πλέϑρων: συναγωγὴν δ᾽ ἐκ τοῦ κατ᾽ ὀλίγον λαμβάνουσα μέχρι τῆς κορυφῆς ἑκάστην πλευρὰν ποιεῖ πηχῶν ἕξ. πᾶσα δὲ στερεοῦ λίϑου κατεσκεύασται, τὴν μὲν ἐργασίαν ἔχοντος δυσχερῆ, τὴν δὲ διαμονὴν αἰώνιον: οὐκ ἐλαττόνων γὰρ ἢ χιλίων ἐτῶν, ὥς φασι, διεληλυϑότων εἰς τὸν καϑ᾽ 3 παντελὲς II 5 ὠνομάσϑαι II τοῦ] τούτου D 10 χέμνις C 17 τέχνην χειρουργίᾳ libri, corr. Reiske (c. 64, 2 et 3) τινὰ om. CD. 21 πλέον] πλείω D, ἔχει πλείω II 23 δὲ] δ᾽ ἐκ A.