Textus Originalis

I 63. 64. 107

I 63. 64. 107

ἡμᾶς βίον, ὡς δὲ ἔνιοι γράφουσι, πλειόνων ἢ τρισχιλίων καὶ τετρακοσίων, διαμένουσι μέχρι τοῦ νῦν οἱ λίϑοι τὴν ἐξ ἀρχῆς σύνϑεσιν καὶ τὴν ὅλην κατασκευὴν ἄσηπτον διαφυλάττοντες. λέγεται δὲ τὸν μὲν λίϑον ἐκ τῆς Ἀραβίας ἀπὸ πολλοῦ διαστήματος κομισϑῆναι, τὴν δὲ κατασκευὴν διὰ χωμάτων γενέσϑαι, μήπω τῶν μηχανῶν εὑρημένων κατ᾽ ἐκείνους τοὺς χρόνους: καὶ τὸ ϑαυμασιώτατον, τηλικούτων ἔργων κατεσκευασμένων καὶ τοῦ περιέχοντος τόπου παντὸς ἁμμώδους ὄντος οὐδὲν ἴχνος οὔτε τοῦ χώματος οὔτε τῆς τῶν λίϑων ξεστουργίας ἀπολείπεσϑαι, ὥστε δοκεῖν μὴ κατ᾽ ὀλίγον ὑπ᾽ ἀνϑρώπων ἐργασίας, ἀλλὰ συλλήβδην ὥσπερ ὑπὸ ϑεοῦ τινος τὸ κατασκεύασμα τεϑῆναι πᾶν εἰς τὴν περιέχουσαν ἅμμον. ἐπιχειροῦσι δέ τινες τῶν Αἰγυπτίων τερατολογεῖν ὑπὲρ τούτων, λέγοντες ὡς ἐξ ἁλῶν καὶ νίτρου τῶν χωμάτων γεγονότων ἐπαφεϑεὶς ὁ ποταμὸς ἔτηξεν αὐτὰ καὶ παντελῶς ἠφάνισεν ἄνευ τῆς χειροποιήτου πραγματείας. οὐ μὴν καὶ τἀληϑὲς οὕτως ἔχει, διὰ δὲ τῆς πολυχειρίας τῆς τὰ χώματα βαλούσης πάλιν τὸ πᾶν ἔργον εἰς τὴν προϋπάρχουσαν ἀποκατεστάϑη τάξιν: τριάκοντα μὲν γὰρ καὶ ἓξ μυριάδες ἀνδρῶν, ὥς φασι, ταῖς τῶν ἔργων λειτουργίαις προσήδρευσαν, τὸ δὲ πᾶν κατασκεύασμα τέλος ἔσχε μόγις ἐτῶν εἴκοσι διελϑόντων. Τελευτήσαντος δὲ τοῦ βασιλέως τούτου διεδέξατο τὴν ἀρχὴν ὁ ἀδελφὸς Κεφρὴν καὶ ἦρξεν ἔτη ἓξ πρὸς τοῖς πεντήκοντα: ἔνιοι δέ φασιν οὐκ ἀδελ- 8 τὸ τηλικοῦτον ἔργον II 11 ἀπολείπεται II 19 ὥστε] ὡς D