Textus Originalis
I 67. 68. 69. 117
νοιαν [ἐντολῶν] ἠμέλησε, τοὐναντίον δ᾽ ἐκείνους προτρεψάμενος εἰς ἀλλοτριότητα συναπέστη καὶ βασιλεὺς αὐτὸς ἡρέϑη. μετ᾽ οὐ πολὺν δὲ χρόνον καὶ τῶν ἄλλων ἐγχωρίων ἁπάντων συνεπιϑεμένων, ὁ βασιλεὺς διαπορούμενος ἠναγκάσϑη καταφυγεῖν ἐπὶ τοὺς μισϑοφόρους, ὄντας εἰς τρισμυρίους. γενομένης οὖν παρατάξεως περὶ τὴν Μάρειαν κώμην, καὶ τῶν Αἰγυπτίων τῇ μάχῃ κρατησάντων, ὁ μὲν Ἀπρίης ζωγρηϑεὶς ἀνήχϑη καὶ στραγγαλισϑεὶς ἐτελεύτησεν, Ἄμασις δὲ διατάξας τὰ κατὰ τὴν βασιλείαν ὥς ποτ᾽ ἔδοξεν αὐτῷ συμφέρειν, ἦρχε νομίμως τῶν Αἰγυπτίων καὶ μεγάλης ἐτύγχανεν ἀποδοχῆς. κατεστρέψατο δὲ καὶ τὰς ἐν Κύπρῳ πόλεις καὶ πολλὰ τῶν ἱερῶν ἐκόσμησεν ἀναϑήμασιν ἀξιολόγοις. βασιλεύσας δ᾽ ἔτη πέντε πρὸς τοῖς πεντήκοντα κατέστρεψε τὸν βίον καϑ᾽ ὃν χρόνον Καμβύσης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Αἴγυπτον, κατὰ τὸ τρίτον ἔτος τῆς ἑξηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Παρμενίδης Καμαριναῖος. Ἐπεὶ δὲ τὰς τῶν ἐν Αἰγύπτῳ βασιλέων πράξεις ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων διεληλύϑαμεν ἀρκούντως μέχρι τῆς Ἀμάσιδος τελευτῆς, τὰς λοιπὰς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις: περὶ δὲ τῶν νομίμων τῶν κατ᾽ Αἴγυπτον νῦν διέξιμεν ἐν κεφαλαίοις τά τε παραδοξότατα καὶ τὰ μάλιστα ὠφελῆσαι δυνάμενα τοὺς ἀναγινώσκοντας. πολλὰ γὰρ τῶν παλαιῶν ἐϑῶν τῶν γενομένων παρ᾽ Αἰγυπτίοις οὐ μόνον παρὰ τοῖς ἐγχωρίοις ἀποδοχῆς ἔτυχεν, ἀλλὰ 1 ἐντολῶν del. Eich. 6 εἰς] ὡς II 7 μαρέαν codices 9 στραγγαληϑείς codices 22 Ἀμάσιος codices.