Textus Originalis

118 DIODORI SICULI

118 DIODORI SICULI

καὶ παρὰ τοῖς Ἕλλησιν οὐ μετρίως ἐϑαυμάσϑη: διόπερ οἱ μέγιστοι τῶν ἐν παιδείᾳ δοξασϑέντων ἐφιλοτιμήϑησαν εἰς Αἴγυπτον παραβαλεῖν, ἵνα μετάσχωσι τῶν τε νόμων καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀξιολόγων ὄντων. καίπερ γὰρ τῆς χώρας τὸ παλαιὸν δυσεπιβάτου τοῖς ξένοις οὔσης διὰ τὰς προειρημένας αἰτίας, ὅμως ἔσπευσαν εἰς αὐτὴν παραβαλεῖν τῶν μὲν ἀρχαιοτάτων Ὀρφεὺς καὶ ὁ ποιητὴς Ὅμηρος, τῶν δὲ μεταγενεστέρων ἄλλοι τε πλείους καὶ Πυϑαγόρας ὁ Σάμιος, ἔτι δὲ Σόλων ὁ νομοϑέτης. λέγουσι τοίνυν Αἰγύπτιοι παρ᾽ αὑτοῖς τήν τε τῶν γραμμάτων εὕρεσιν γενέσϑαι καὶ τὴν τῶν ἄστρων παρατήρησιν, πρὸς δὲ τούτοις τά τε κατὰ τὴν γεωμετρίαν ϑεωρήματα καὶ τῶν τεχνῶν τὰς πλείστας εὑρεϑῆναι, νόμους τε τοὺς ἀρίστους τεϑῆναι. καὶ τούτων μεγίστην ἀπόδειξίν φασιν εἶναι τὸ τῆς Αἰγύπτου πλείω τῶν ἑπτακοσίων καὶ τετρακισχιλίων ἐτῶν βασιλεῦσαι τοὺς πλείους ἐγγενεῖς καὶ τὴν χώραν εὐδαιμονεστάτην ὑπάρξαι τῆς ἁπάσης οἰκουμένης: ταῦτα γὰρ οὐκ ἄν ποτε γενέσϑαι μὴ οὐ τῶν ἀνϑρώπων χρωμένων κρατίστοις ἔϑεσι καὶ νόμοις καὶ τοῖς κατὰ πᾶσαν παιδείαν ἐπιτηδεύμασιν. ὅσα μὲν οὖν Ἡρόδοτος καί τινες τῶν τὰς Αἰγυπτίων πράξεις συνταξαμένων ἐσχεδιάκασιν, ἑκουσίως προκρίναντες τῆς ἀληϑείας τὸ παραδοξολογεῖν καὶ μύϑους πλάττειν ψυχαγωγίας ἕνεκα, παρήσομεν, αὐτὰ δὲ τὰ παρὰ τοῖς ἱερεῦσι τοῖς κατ᾽ 6 τοῖς ξένοις δυσεπιβάτου vulg. 10 δὲ] δὲ καὶ vulg. 12 καὶ τὴν] καὶ CE 14 κατὰ] περὶ vulg. 24 αἰγυπτίας D 26 καὶ μύϑους πλάττειν del Eich.