Textus Originalis
I 69. 70. 119
Αἴγυπτον ἐν ταῖς ἀναγραφαῖς γεγραμμένα φιλοτίμως ἐξητακότες ἐκϑησόμεϑα. Πρῶτον μὲν τοίνυν οἱ βασιλεῖς αὐτῶν βίον εἶχον οὐχ ὅμοιον τοῖς ἄλλοις τοῖς ἐν μοναρχικαῖς ἐξουσίαις οὖσι καὶ πάντα πράττουσι κατὰ τὴν ἑαυτῶν προαίρεσιν ἀνυπευϑύνως, ἀλλ᾽ ἦν ἅπαντα τεταγμένα νόμων ἐπιταγαῖς, οὐ μόνον τὰ περὶ τοὺς χρηματισμούς, ἀλλὰ καὶ τὰ περὶ τὴν καϑ᾽ ἡμέραν διαγωγὴν καὶ δίαιταν. περὶ μὲν γὰρ τὴν ϑεραπείαν αὐτῶν οὐδεὶς ἦν οὔτ᾽ ἀργυρώνητος οὔτ᾽ οἰκογενὴς δοῦλος, ἀλλὰ τῶν ἐπιφανεστάτων ἱερέων υἱοὶ πάντες, ὑπὲρ εἴκοσι μὲν ἔτη γεγονότες, πεπαιδευμένοι δὲ κάλλιστα τῶν ὁμοεϑνῶν, ἵνα τοὺς ἐπιμελησομένους τοῦ σώματος καὶ πᾶσαν ἡμέραν καὶ νύκτα προσεδρεύοντας ὁ βασιλεὺς ἔχων ἀρίστους μηδὲν ἐπιτηδεύῃ φαῦλον: οὐδεὶς γὰρ ἐπὶ πλέον κακίας προβαίνει δυνάστης, ἐὰν μὴ τοὺς ὑπηρετήσοντας ἔχῃ ταῖς ἐπιϑυμίαις. διατεταγμέναι δ᾽ ἦσαν αἵ τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὧραι, καϑ᾽ ἃς ἐκ παντὸς τρόπου καϑῆκον ἦν τὸν βασιλέα πράττειν τὸ συντεταγμένον, οὐ τὸ δεδογμένον ἑαυτῷ. ἕωϑεν μὲν γὰρ ἐγερϑέντα λαβεῖν αὐτὸν ἔδει πρῶτον τὰς πανταχόϑεν ἀπεσταλμένας ἐπιστολάς, ἵνα δύνηται πάντα κατὰ τρόπον χρηματίζειν καὶ πράττειν, εἰδὼς ἀκριβῶς ἕκαστα τῶν κατὰ τὴν βασιλείαν συντελουμένων: ἔπειτα λουσάμενον καὶ τοῖς τῆς ἀρχῆς συσσήμοις μετ᾽ ἐσϑῆτος λαμπρᾶς κοσμήσαντα τὸ σῶμα 8 τὰ om. D 17 τοὺς om. D 20 καϑῆκον ἦν] καϑῆκε II 21 συντεταγμένον] ἐκ τῶν νόμων add. C, ἐν τοῖς νόμοις add. F 24 καὶ πράττειν om. E.