Textus Originalis
120 DIODORI SICULI
ϑῦσαι τοῖς ϑεοῖς. τῷ τε βωμῷ προσαχϑέντων τῶν ϑυμάτων ἔϑος ἦν τὸν ἀρχιερέα στάντα πλησίον τοῦ βασιλέως εὔχεσϑαι μεγάλῃ τῇ φωνῇ, περιεστῶτος τοῦ πλήϑους τῶν Αἰγυπτίων, δοῦναι τήν τε ὑγίειαν καὶ τἄλλα ἀγαϑὰ πάντα τῷ βασιλεῖ διατηροῦντι τὰ πρὸς τοὺς ὑποτεταγμένους δίκαια. ἀνϑομολογεῖσϑαι δ᾽ ἦν ἀναγκαῖον καὶ τὰς κατὰ μέρος ἀρετὰς αὐτοῦ, λέγοντα διότι πρός τε τοὺς ϑεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς ἀνϑρώπους ἡμερώτατα διάκειται: ἐγκρατής τε γάρ ἐστι καὶ δίκαιος καὶ μεγαλόψυχος, ἔτι δ᾽ ἀψευδὴς καὶ μεταδοτικὸς τῶν ἀγαϑῶν καὶ καϑόλου πάσης ἐπιϑυμίας κρείττων, καὶ τὰς μὲν τιμωρίας ἐλάττους τῆς ἀξίας ἐπιτιϑεὶς τοῖς ἁμαρτήμασι, τὰς δὲ χάριτας μείζονας τῆς εὐεργεσίας ἀποδιδοὺς τοῖς εὐεργετήσασι. πολλὰ δὲ καὶ ἄλλα παραπλήσια τούτοις διελϑὼν ὁ κατευχόμενος τὸ τελευταῖον ὑπὲρ τῶν ἀγνοουμένων ἀρὰν ἐποιεῖτο, τὸν μὲν βασιλέα τῶν ἐγκλημάτων ἐξαιρούμενος, εἰς δὲ τοὺς ὑπηρετοῦντας καὶ διδάξαντας τὰ φαῦλα καὶ τὴν βλάβην καὶ τὴν τιμωρίαν ἀξιῶν ἀποσκῆψαι. ταῦτα δ᾽ ἔπραττεν ἅμα μὲν εἰς δεισιδαιμονίαν καὶ ϑεοφιλῆ βίον τὸν βασιλέα προτρεπόμενος, ἅμα δὲ καὶ κατὰ τρόπον ζῆν ἐϑίζων οὐ διὰ πικρᾶς νουϑετήσεως, ἀλλὰ δι᾽ ἐπαίνων κεχαρισμένων καὶ πρὸς ἀρετὴν μάλιστ᾽ ἀνηκόντων. μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἱεροσκοπησαμένου μόσχῳ καὶ καλλιερήσαντος, ὁ μὲν ἱερογραμματεὺς παρανεγίνωσκέ τινας συμβουλίας 5 τἀγαϑὰ Hertlein 7 ἀναγκαῖον] δίκαιον D 20 ἀξιῶν ... ἀποσκήπτων II 22 καὶ om. D 23 πικρᾶς] μακρᾶς D.