Textus Originalis

I 70. 71. 121

I 70. 71. 121

συμφερούσας καὶ πράξεις ἐκ τῶν ἱερῶν βίβλων τῶν ἐπιφανεστάτων ἀνδρῶν, ὅπως ὁ τῶν ὅλων τὴν ἡγεμονίαν ἔχων τὰς καλλίστας προαιρέσεις τῇ διανοίᾳ ϑεωρήσας οὕτω πρὸς τὴν τεταγμένην τῶν κατὰ μέρος τρέπηται διοίκησιν. οὐ γὰρ μόνον τοῦ χρηματίζειν ἢ κρίνειν ἦν καιρὸς ὡρισμένος, ἀλλὰ καὶ τοῦ περιπατῆσαι καὶ λούσασϑαι καὶ κοιμηϑῆναι μετὰ τῆς γυναικὸς καὶ καϑόλου τῶν κατὰ τὸν βίον πραττομένων ἁπάντων. τροφαῖς δ᾽ ἔϑος ἦν αὐτοῖς ἁπλαῖς χρῆσϑαι, κρέα μὲν μόσχων καὶ χηνῶν μόνων προσφερομένους, οἴνου δὲ τακτόν τι μέτρον πίνοντας μὴ δυνάμενον πλησμονὴν ἄκαιρον ἢ μέϑην περιποιῆσαι. καϑόλου δὲ τὰ περὶ τὴν δίαιταν οὕτως ὑπῆρχε συμμέτρως διατεταγμένα ὥστε δοκεῖν μὴ νομοϑέτην, ἀλλὰ τὸν ἄριστον τῶν ἰατρῶν συντεταχέναι τῆς ὑγιείας στοχαζόμενον. παραδόξου δ᾽ εἶναι δοκοῦντος τοῦ μὴ πᾶσαν ἔχειν ἐξουσίαν τὸν βασιλέα τῆς καϑ᾽ ἡμέραν τροφῆς, πολλῷ ϑαυμασιώτερον ἦν τὸ μήτε δικάζειν μήτε χρηματίζειν τὸ τυχὸν αὐτοῖς ἐξεῖναι, μηδὲ τιμωρήσασϑαι μηδένα δι᾽ ὕβριν ἢ διὰ ϑυμὸν ἤ τινα ἄλλην αἰτίαν ἄδικον, ἀλλὰ καϑάπερ οἱ περὶ ἑκάστων κείμενοι νόμοι προσέταττον. ταῦτα δὲ κατὰ τὸ ἔϑος πράττοντες οὐχ ὅπως ἠγανάκτουν ἢ προσέκοπτον ταῖς ψυχαῖς, ἀλλὰ τοὐναντίον ἡγοῦντο ἑαυτοὺς ζῆν βίον μακαριώτατον: τοὺς μὲν γὰρ ἄλλους ἀνϑρώπους ἐνόμιζον ἀλογίστως τοῖς φυσικοῖς πάϑεσι 6 ἢ κρίνειν del. Reiske — 9 αὐτοῖς om. D ἁπλαῖς] εὐτελέσιν II (c. 84, 1) 10 μὲν μόσχων] μόσχεια CF μόνον τ. 11 μέρος D 12 ἢ μέϑην del. Reiske 14 συντεταγμένα II 19 μηδὲ δικάζειν D; f. del. 24 ψυχαῖς] τύχαις Eich.