Textus Originalis

122 DIODORI SICULI

122 DIODORI SICULI

χαριζομένους πολλὰ πράττειν τῶν φερόντων βλάβας ἢ κινδύνους, καὶ πολλάκις ἐνίους εἰδότας ὅτι μέλλουσιν ἁμαρτάνειν μηδὲν ἧττον πράττειν τὰ φαῦλα, κατισχυομένους ὑπ᾽ ἔρωτος ἢ μίσους ἤ τινος ἑτέρου πάϑους, ἑαυτοὺς δ᾽ ἐζηλωκότας βίον τὸν ὑπὸ τῶν φρονιμωτάτων ἀνδρῶν προκεκριμένον ἐλαχίστοις περιπίπτειν ἀγνοήμασι. τοιαύτῃ δὲ χρωμένων τῶν βασιλέων δικαιοσύνῃ πρὸς τοὺς ὑποτεταγμένους, τὰ πλήϑη ταῖς εἰς τοὺς ἡγουμένους εὐνοίαις πᾶσαν συγγενικὴν φιλοστοργίαν ὑπερεβάλλετο: οὐ γὰρ μόνον τὸ σύστημα τῶν ἱερέων, ἀλλὰ καὶ συλλήβδην ἅπαντες οἱ κατ᾽ Αἴγυπτον οὐχ οὕτω γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων αὐτοῖς ἀγαϑῶν ἐφρόντιζον ὡς τῆς τῶν βασιλέων ἀσφαλείας. τοιγαροῦν πλεῖστον μὲν χρόνον τῶν μνημονευομένων βασιλέων πολιτικὴν κατάστασιν ἐτήρησαν, εὐδαιμονέστατον δὲ βίον ἔχοντες διετέλεσαν, ἕως ἔμεινεν ἡ προειρημένη τῶν νόμων σύνταξις, πρὸς δὲ τούτοις ἐϑνῶν τε πλείστων ἐπεκράτησαν καὶ μεγίστους πλούτους ἔσχον, καὶ τὰς μὲν χώρας ἔργοις καὶ κατασκευάσμασιν ἀνυπερβλήτοις, τὰς δὲ πόλεις ἀναϑήμασι πολυτελέσι καὶ παντοίοις ἐκόσμησαν. Καὶ τὰ μετὰ τὴν τελευτὴν δὲ γινόμενα τῶν βασιλέων παρὰ τοῖς Αἰγυπτίοις οὐ μικρὰν ἀπόδειξιν εἶχε τῆς τοῦ πλήϑους εὐνοίας εἰς τοὺς ἡγουμένους: εἰς ἀνεπαίσϑητον γὰρ χάριν ἡ τιμὴ τιϑεμένη μαρτυρίαν ἀνόϑευτον περιεῖχε τῆς ἀληϑείας. ὁπότε γὰρ ἐκλίποι τις τὸν βίον τῶν βασιλέων, πάντες οἱ κατὰ 2 ὅτι D — 4 ἑτέρου] ἄλλου II 18 νομίμων D 19 τε om. C 23 εἶχε] φέρειν D, φέρει AB.