Textus Originalis

I 75. 76. 129

I 75. 76. 129

νόμων ἐν βιβλίοις ὀκτὼ γεγραμμένων, καὶ τούτων παρακειμένων τοῖς δικασταῖς, ἔϑος ἦν τὸν μὲν κατήγορον γράψαι καϑ᾽ ἓν ὧν ἐνεκάλει καὶ πῶς γέγονε καὶ τὴν ἀξίαν τοῦ ἀδικήματος ἢ τῆς βλάβης, τὸν ἀπολογούμενον δὲ λαβόντα τὸ χρηματισϑὲν ὑπὸ τῶν ἀντιδίκων ἀντιγράψαι πρὸς ἕκαστον ὡς οὐκ ἔπραξεν ἢ πράξας οὐκ ἠδίκησεν ἢ ἀδικήσας ἐλάττονος ζημίας ἄξιός ἐστι τυχεῖν. ἔπειτα νόμιμον ἦν τὸν κατήγορον ἀντιγράψαι καὶ πάλιν τὸν ἀπολογούμενον ἀντιϑεῖναι. ἀμφοτέρων δὲ τῶν ἀντιδίκων τὰ γεγραμμένα δὶς τοῖς δικασταῖς δόντων, τὸ τηνικαῦτ᾽ ἔδει τοὺς μὲν τριάκοντα τὰς γνώμας ἐν ἀλλήλοις ἀποφαίνεσϑαι, τὸν ἀρχιδικαστὴν δὲ τὸ ζῴδιον τῆς ἀληϑείας προστίϑεσϑαι τῇ ἑτέρᾳ τῶν ἀμφισβητήσεων. τούτῳ δὲ τῷ τρόπῳ τὰς κρίσεις πάσας συντελεῖν τοὺς Αἰγυπτίους, νομίζοντας ἐκ μὲν τοῦ λέγειν τοὺς συνηγόρους πολλὰ τοῖς δικαίοις ἐπισκοτήσειν: καὶ γὰρ τὰς τέχνας τῶν ῥητόρων καὶ τὴν τῆς ὑποκρίσεως γοητείαν καὶ τὰ τῶν κινδυνευόντων δάκρυα πολλοὺς προτρέπεσϑαι παρορᾶν τὸ τῶν νόμων ἀπότομον καὶ τὴν τῆς ἀληϑείας ἀκρίβειαν: ϑεωρεῖσϑαι γοῦν τοὺς ἐπαινουμένους ἐν τῷ κρίνειν πολλάκις ἢ δι᾽ ἀπάτην ἢ διὰ ψυχαγωγίαν ἢ διὰ τὸ πρὸς τὸν ἔλεον πάϑος συνεκφερομένους τῇ δυνάμει τῶν συνηγορούντων: ἐκ δὲ τοῦ γράφειν τὰ δίκαια τοὺς ἀντιδίκους ᾤοντο τὰς κρίσεις ἀκριβεῖς ἔσεσϑαι, γυμνῶν τῶν πραγμάτων ϑεωρουμένων. οὕτω γὰρ [ἂν] μάλιστα μήτε τοὺς εὐφυεῖς τῶν βραδυτέρων πλεονεκτήσειν μήτε τοὺς ἐνηϑλη- 21 ἐπαινουμένους] ἀγωνιζομένους II 24 συνηγορούντων] λεγόντων II 27 ἂν del. Dind.