Textus Originalis

130 DIODORI SICULI

130 DIODORI SICULI

κότας τῶν ἀπείρων μήτε τοὺς ψεύστας καὶ τολμηροὺς τῶν φιλαλήϑων καὶ κατεσταλμένων τοῖς ἤϑεσι, πάντας δ᾽ ἐπ᾽ ἴσης τεύξεσϑαι τῶν δικαίων, ἱκανὸν χρόνον ἐκ τῶν νόμων λαμβανόντων τῶν μὲν ἀντιδίκων ἐξετάσαι τὰ παρ᾽ ἀλλήλων, τῶν δὲ δικαστῶν συγκρῖναι τὰ παρ᾽ ἀμφοτέρων. Ἐπεὶ δὲ τῆς νομοϑεσίας ἐμνήσϑημεν, οὐκ ἀνοικεῖον εἶναι τῆς ὑποκειμένης ἱστορίας νομίζομεν ἐκϑέσϑαι τῶν νόμων ὅσοι παρὰ τοῖς Αἰγυπτίοις παλαιότητι διήνεγκαν ἢ παρηλλαγμένην τάξιν ἔσχον ἢ τὸ σύνολον ὠφέλειαν τοῖς φιλαναγνωστοῦσι δύνανται παρασχέσϑαι. πρῶτον μὲν οὖν κατὰ τῶν ἐπιόρκων ϑάνατος ἦν παρ᾽ αὐτοῖς τὸ πρόστιμον, ὡς δύο τὰ μέγιστα ποιούντων ἀνομήματα, ϑεούς τε ἀσεβούντων καὶ τὴν μεγίστην τῶν παρ᾽ ἀνϑρώποις πίστιν ἀνατρεπόντων. ἔπειτα εἴ τις ἐν ὁδῷ κατὰ τὴν χώραν ἰδὼν φονευόμενον ἄνϑρωπον ἢ τὸ καϑόλου βίαιόν τι πάσχοντα μὴ ῥύσαιτο δυνατὸς ὤν, ϑανάτῳ περιπεσεῖν ὤφειλεν: εἰ δὲ πρὸς ἀλήϑειαν διὰ τὸ ἀδύνατον μὴ κατισχύσαι βοηϑῆσαι, μηνῦσαί γε πάντως ὤφειλε τοὺς λῃστὰς καὶ ἐπεξιέναι τὴν παρανομίαν: τὸν δὲ ταῦτα μὴ πράξαντα κατὰ τὸν νόμον ἔδει μαστιγοῦσϑαι τεταγμένας πληγὰς καὶ πάσης εἴργεσϑαι τροφῆς ἐπὶ τρεῖς ἡμέρας. οἱ δὲ ψευδῶς τινῶν κατηγορήσαντες ὤφειλον τοῦτο παϑεῖν ὃ τοῖς συκοφαντηϑεῖσιν ἐτέτακτο πρόστιμον, εἴπερ ἔτυχον καταδικασϑέντες. προσετέτακτο δὲ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἀπογράφεσϑαι πρὸς τοὺς ἄρχοντας ἀπὸ τίνων 3 ἐπ᾽ ἴσης] ἐφ᾽ ἱκανὸν D 16 ἔπειτα εἰ] ἐὰν δὲ vulg. 18 τι] τινὰ D.